154
πείσεται τῶν προτέρων κακῶν; Καὶ γὰρ ὁ Φαραὼ ἐκ πρώτης τῆς πληγῆς εἰ ἐπαιδεύ 63.764 θη, οὐκ ἂν ἔλαβε πεῖραν τῶν ὑστέρων, οὐκ ἂν μετὰ ταῦτα ἅμα αὐτῷ τῷ στρατεύματι κατεποντίσθη παντί. Ἀλλ' ὁ ὑπὸ τοῦ δεσμοῦ γινόμενος καλὸς, οὐκ ἔσται ποτὲ καλὸς, ἀλλὰ τῆς ἀνάγκης ἀπαλλαγεὶς ἐπανήξει πάλιν. Μὴ οὖν τοῦτο ἐρωτῶντες λέγωμεν, Ὁ μηδὲν πεποιηκὼς κακὸν μηδὲ ἀγαθὸν, ποῖον δέξεται τόπον; τὸ γὰρ μὴ ποιῆσαι ἀγαθὸν, τοῦτο ποιῆσαί ἐστι κακόν. Εἰ γάρ τινα οἰκέτην ἔχεις, μηδὲ κλέπτοντα, μήτε ὑβρίζοντα, μήτε ἀντιλέγοντα, ἀλλὰ καὶ μέθης κρατοῦντα καὶ τῶν ἄλλων ἁπάντων, καθήμενον δὲ διαπαντὸς ἀργὸν, καὶ οὐδὲν τῶν ὀφειλόντων παρ' οἰκέτου δεσπότῃ πληροῦσθαι ποιοῦντα, οὐ μαστιγώσεις, οὐ στρεβλώσεις αὐτὸν, εἰπέ μοι; καὶ μὴν οὐδὲν εἰργάσατο κακόν· αὐτὸ μὲν οὖν ἐστι κακὸν τοῦτο τὸ μὴ ποιεῖν ἀγαθόν. Ἔστω καὶ γεωργός τις ἡμῖν, καὶ μηδὲν λυμαινέσθω τῶν ἡμετέρων, μήτε ἐπιβουλευέτω, μήτε κλεπτέτω, μόνον δὲ τὰς αὐτοῦ χεῖρας δήσας οἴκοι καθεζέσθω, μήτε σπείρων, μήτε αὔλακα τέμνων, μήτε ἄμπελον θεραπεύων, μήτε ἄλλο τι τῶν περὶ τὴν γῆν πονῶν· ἆρα οὐ κολάσομεν τὸν τοιοῦτον; καίτοι γε οὐδὲν ἠδίκησεν, οὐδὲ ἔχομεν ἐγκαλεῖν τι αὐτῷ· ἀλλ' αὐτὸ μὲν οὖν τοῦτο ἠδίκησε. Καὶ ἐπὶ τοῦ σώματος δὲ τοῦ ἡμετέρου, ἔστω ἡ χεὶρ μὴ πλήττουσα τὴν κεφαλὴν, μηδὲ ἐκκόπτουσα τὴν γλῶτταν, μηδὲ ἐξορύττουσα τὸν ὀφθαλμὸν, μηδὲ ἄλλο τι τοιοῦτον ἐργαζομένη κακὸν, μόνον δὲ ἀργὴ μενέτω, καὶ τὴν παρ' ἑαυτῆς λειτουργίαν μὴ πληρούτω τῷ παντὶ σώματι· ἆρα οὐκ ἄξιον ἐκκοπῆναι αὐτὴν, ἢ περιφέρειν ἀργοῦσαν καὶ παντὶ λυμαινομένην τῷ σώματι; Τί δὲ, ἂν τὸ στόμα μὴ κατεσθίῃ τὴν χεῖρα, μηδὲ δάκνῃ τὸ στῆθος, τὰ δὲ παρ' ἑαυτοῦ ἐλλείπῃ πάντα, οὐ βέλτιον ἐμπεφράχθαι μᾶλλον; Εἰ τοίνυν ἐπὶ τούτων οὐ μόνον τὸ κακόν τι μὴ πρᾶξαι, ἀλλὰ καὶ ἡ τῶν ἀγαθῶν ἔλλειψις ἀδικία μεγάλη, πολλῷ μᾶλλον ἐπὶ τῶν πνευματικῶν. Εἴθε μὲν γὰρ δυνατὸν ἦν ὑπὲρ ὑμῶν ἐμὲ κατορθοῦν, καὶ τὰ ἔπαθλα ὑμᾶς λαμβάνειν τῶν κατορθωμάτων, καὶ οὐκ ἂν τοσοῦτον ἠνώχλησα. Ὥσπερ γὰρ μήτηρ ὁρῶσα παιδίον πυρέττον, παρεστῶσα ἀχθομένῳ καὶ καιομένῳ, θρηνοῦσα πολλάκις εἶπεν· Εἴθε μοι δυνατὸν ἦν, τέκνον, τὸν πυρετὸν ἀναδέξασθαι τὸν σὸν, καὶ ἐπ' ἐμαυτὴν ἑλκύσαι τὴν φλόγα· οὕτω κἀγὼ λέγω, Εἴθε δυνατὸν ἦν ἐμὲ πονέσαντα ὑπὲρ ὑμῶν κατορθῶσαι πάντων. Ἀλλ' οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν. Ὁ τοίνυν δυνάμενος καὶ ἑτέρους διορθῶσαι, μιγνύσθω τοῖς μέλλουσι δέχεσθαι τὴν θεραπείαν, καὶ ποιείτω βελτίους· ὁ δὲ ἀτονώτερος ὢν, φευγέτω τοὺς πονηροὺς, ὥστε μὴ τὴν παρ' ἐκείνων δέχεσθαι λύμην· οὕτω γὰρ καὶ τὸν παρόντα βιώσεται βίον μετὰ ἀσφαλείας, καὶ τῶν μελλόντων ἐπιτεύξεται ἀγαθῶν· ὧν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΚΖʹ. Περὶ παίδων ἀνατροφῆς. ∆έομαι καὶ ἀντιβολῶ, πολλὴν τῶν οἰκείων παίδων, ἀγαπητοὶ, ποιώμεθα
πρόνοιαν, καὶ πανταχοῦ τὴν 63.764 σωτηρίαν ζητῶμεν αὐτῶν τῆς ψυχῆς. Μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελημάτων δεδοικὼς προσέφερε θυσίας 63.765 ὑπὲρ αὐτῶν, καὶ πολλὴν τὴν ὑπὲρ αὐτῶν πρόνοιαν ἐποιεῖτο· μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ καὶ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐγγόνοις μετὰ ἀκριβείας παρακατάθοιτο. Καὶ ὁ ∆αυῒδ ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα, καὶ συνεχῶς ἔλεγεν, ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδέν σοι προσπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσεις τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας, οὐδὲν ὄφελός σοι τῆς βασιλείας,