προκειμένοις δύναμιν ζωῆς, καὶ μεθίστησιν αὐτὰ πρὸς ἐνέργειαν τῆς ἑαυτοῦ σαρ κός· ἵνα εἰς μέθεξιν ζωοποιὸν ἔχωμεν αὐτὰ, καὶ οἷον σπέρμα ζωοποιὸν ἐν ἡμῖν εὑρεθῇ τὸ σῶμα τῆς ζωῆς. Καὶ μὴ ἀμφιβάλῃς, ὅτι τοῦτό ἐστιν ἀληθὲς, αὐτοῦ λέγοντος ἐναργῶς. "Τοῦτό μού ἐστι τὸ σῶμα," καὶ "Τουτό μού ἐστι τὸ αἷμα." ∆έχου δὲ μᾶλλον τοῦ Σωτῆρος ἐν πίστει τὸν λόγον· ἀλήθεια γὰρ ὢν, οὐ ψεύδεται.9 9Ἰδοὺ ἡ χεὶρ τοῦ παραδιδόντος με μετ' ἐμοῦ ἐπὶ τῆς τραπέζης.9 (A f. 282 b, E f.153) Ὤετο μὲν ἴσως διαβολικῆς ἀπονοίας ἐπίμεστος ὢν ὁ προδότης, δύνασθαι λαθεῖν Θεὸν ὄντα Χριστὸν, ἀλλ' ἠλέγχετο παρὰ Χριστοῦ, παμπόνηρος ὢν, καίτοι τραπέζης ἀξιούμενος καὶ συνέστιος ὢν, καὶ τῆς θείας ἡμερότητος μέχρι παν τὸς ἀπολαύσας, ὃ δὴ μάλιστα φορτικωτέραν αὐτῷ τὴν κόλασιν ἀπεργάζεται. Πλὴν οὐαὶ τῷ Ἰούδᾳ, κατὰ τὴν τοῦ Σωτῆρος φωνήν! Ὁ μὲν γὰρ κατ' εὐδοκίαν τοῦ Θεοῦ Πατρὸς δέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα παντὸς ἡμᾶς ἐξέληται κακοῦ· ὁ δὲ τὸν τῶν ὅλων σωτῆρα Χριστὸν καὶ λυτρωτὴν ταῖς τῶν φονώντων χερσὶ παραδοὺς, τὴν τῷ διαβόλῳ πρεπωδεστάτην κληρονομήσει δίκην. 9Ἐγένετο δὲ καὶ φιλονεικεία ἐν αὐτοῖς, τὸ, τίς αὐτῶν δοκεῖ εἶναι μείζων.9 (A f. 283, B f. 198, δ φ. 73 b) Οἱ μέντοι μαθηταὶ ἀνθρώπινόν τι παθόντες, πεφιλονεικήκασι πρὸς ἀλλή λους, τίς ἄρα μείζων ἔσται ἐν αὐτοῖς, οὐκ ἀνεχομέ νων τάχα που τῶν τὴν δευτέραν ἐχόντων τάξιν τοῖς πρωτεύουσι παραχωρεῖν. Κεκίνηται δὲ τοῦτο καὶ γέγραπται πρὸς ὄνησιν ἡμετέραν· ἐπετίμα γὰρ παραχρῆμα Χριστὸς τῇ τοιᾷδε νόσῳ· τοῦτο δὲ ἦν ἡ ἀνόητος φιλοδοξία, ῥίζαν ἔχουσα τὴν ὑπεροψίαν. Τὸ μὲν γὰρ ᾖρθαι κατ' ἀρετὴν, τοῦ παντὸς ἄξιον λόγου· δεῖ δὲ τοὺς οὕτω διακειμένους μετρίῳ κεχρῆσθαι φρονήματι, καὶ παραχωρεῖν ἐξ ἀγάπης ἀδελφοῖς τὸ ἐν μείζοσιν εἶναι δοκεῖν. Τὸ γὰρ πεφυσημένον ἔχειν τὸ φρόνημα, παραπλησίους ὁρᾶσθαι ποιεῖ τοῖς τῶν ἐθνῶν ἡγουμένοις, οἷς τὸ ὑπέρογκον φρόνημα φίλον ἀεί πώς ἐστιν· εὐεργέται γὰρ, φησὶ, καλοῦνται, τουτέστι, κολακεύονται παρὰ τῶν ὑποβεβηκότων. Ἀλλ' ἐκεῖνοι μὲν ὡς ἔξω νόμων ἱερῶν ἐν τοιαύταις ἔστωσαν ἀῤῥωστίαις· παρ' ὑμῖν δὲ οὐχ οὕτως, ἀλλ' ἔστω τὸ ὕψος ἐν ταπεινότητι. 72.913 9Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς διακονῶν.9 (A f. 283 b) Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τίς ἐστιν οὕτως ἀπηνὴς, ὡς μὴ πᾶσαν ἀποπτύσαι φιλοδοξίαν, Ὁ γὰρ ὑπὸ πάσης κτίσεως λογικῆς καὶ ἁγίας δια κονούμενος, ὁ σύνθρονος καὶ συμβασιλεύων τῷ Θεῷ καὶ Πατρὶ, διακόνου τάξιν ἐπέχων, ἔνιψε τοὺς πόδας τῶν μαθητῶν. Καθ' ἕτερον δὲ τρόπον διακονίας ἔχει τάξιν τῆς μετὰ σαρκὸς οἰκονομίας ὁ τρόπος. Ἔφη γὰρ ὁ Παῦλος· "Λέγω γὰρ Χριστὸν διάκονον γεγε νῆσθαι περιτομῆς εἰς τὸ πληρῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων," καὶ τὰ ἑξῆς. Οὐκοῦν διηκόνησεν ὁ διακονούμενος· καὶ ὁ τῆς δόξης Κύριος τεταπείνωκεν ἑαυτὸν, ἡμῖν καταλιμπάνων ὑπογραμμόν. Ἀλλ' εἰκὸς ἐκεῖνο τάχα που καθ' ἑαυτοὺς διενθυμεῖσθαί τε καὶ λέγειν τοὺς μαθητάς· Ποῖος οὖν ἔσται τῆς γνησιό τητος ὁ μισθός; ἢ τί τὸ ἐντεῦθεν ἔσται χρήσιμον, συμβησομένων ἔσθ' ὅτε καὶ πειρασμῶν; Ἵνα τοίνυν τῇ τῶν ἐσομένων ἀγαθῶν ἐλπίδι διανευρούμενοι, πάντα ὄκνον ἐπ' ἀγαθοῖς σπουδάσμασιν ἐκπέμψωσι τῆς ἑαυτῶν διανοίας, ἀναγκαίως φησίν· "Ὑμεῖς δέ ἐστε οἱ διαμεμενηκότες μετ' ἐμοῦ ἐν τοῖς πειρασμοῖς μου," κ.τ.λ.(B f. 197 b, δ φ. 73 b) Σύνες ὅπως τῶν τῆς ἐνανθρωπήσεως μέτρων ἀποφοιτᾷ, οὔπω τὸν τίμιον ὑπομείνας σταυρόν· διαλέγεται γὰρ ὡς εἷς ἐξ ἡμῶν· μετὰ δέ γε τὴν ἐκ νεκρῶν ἀναβίωσιν πεφα νέρωκεν ἑαυτοῦ τὴν δόξαν, καιροῦ καλοῦντος εἰς τοῦτο· ἔφη γὰρ, ὅτι "Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς." ∆ιαλέγεται τοίνυν ἀνθρωπί νως, ὡς ἔφην. ∆ιὰ τοῦτό φησι· "Κἀγὼ διατίθεμαι ὑμῖν, καθὼς διέθετό μοι ὁ Πατήρ μου βασιλείαν, ἵνα ἐσθίητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου." Ἆρα οὖν καὶ μετὰ τὴν ἐκ νεκρῶν ἀναβίωσιν, ἐνστάντος τοῦ καιροῦ, καθ' ὃν συνεσόμεθα τῷ Χριστῷ, συμ μόρφους ἡμᾶς ἀποφαίνοντι τοῦ σώματος τῆς δόξης αὐτοῦ,