1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

155

τοῦ σωτῆρος ἡμῶν μάρτυρες καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης οὐ τὸ δοκεῖν, ἀλλὰ τὸ εἶναι δίκαιοί τε καὶ εὐσεβεῖς ἀσκοῦντες ὅσα δὴ κατέλεξεν ὁ Πλάτων πεπόνθασιν· ἐπεὶ καὶ ἐμαστιγώθησαν δεσμά τε καὶ στρέβλας ὑπομεμενήκασι, ναὶ μὴν καὶ ἐξεκόπησαν τὼ ὀφθαλμὼ καὶ τέλος πάντα τὰ δεινὰ παθόντες ἀνεσκινδυλεύθησαν. ὧν οὐδένα παρ' Ἕλλησιν ἐπιζητήσας ὅμοιον ἂν εὕροις, ὡς εἰκότως τινὰ φάναι τὸν φιλόσοφον οὐδὲν ἕτερον ἢ θεσπίσαι διὰ τούτων περὶ τῶν παρ' ἡμῖν διαπρεπόντων ἐν εὐσεβείᾳ καὶ ἀληθεῖ δικαιοσύνῃ.

12.11.1 ιαʹ. ΠΕΡΙ ΤΟΥ ΚΑΤΑ ΜΩΣΕΑ ΠΑΡΑ∆ΕΙΣΟΥ

Μωσέως κατά τινας ἀπορρήτους λόγους ἐν ἀρχῇ τῆς τοῦ κόσμου συστάσεως θεοῦ τινα παράδεισον γεγονέναι φάντος κἀν τούτῳ τὸν ἄνθρωπον ἠπατῆσθαι διὰ τῆς γυναικὸς πρὸς τοῦ ὄφεως, ἄντικρυς μονονουχὶ τὰ ῥήματα μεταποιήσας ὁ Πλάτων ἐπάκουσον ἐν Συμποσίῳ οἷα καὶ αὐτὸς ἀλληγορῶν τέθειται, ἀντὶ μὲν τοῦ παραδείσου τοῦ θεοῦ κῆπον ∆ιὸς ὀνομάσας, ἀντὶ δὲ τοῦ ὄφεως καὶ τῆς πρὸς αὐτοῦ γενομένης ἀπάτης Πενίαν ἐπιβουλεύουσαν ὑποθέμενος, ἀντὶ δὲ τοῦ πρώτου ἀνδρός, ὃν ἡ τοῦ θεοῦ μῆτίς τε καὶ πρόνοια υἱὸν ὥσπερ ἀρτιγενῆ προὐβέβλητο, υἱὸν Μήτιδος Πόρον ἀποκαλέσας, ἀντὶ δὲ τοῦ φάναι ὁπηνίκα συνίστατο ὅδε ὁ κόσμος «ὅτε ἐγένετο ἡ Ἀφροδίτη» εἰπών, οὕτω τὸν κόσμον ἀλληγορήσας τοῦ περὶ αὐτὸν κάλλους ἕνεκα. λέγει δ' οὖν αὐτοῖς ῥήμασι τάδε· 12.11.2 «Ὅτε ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἱ θεοί, οἵ τε ἄλλοι καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος. ἐπειδὴ δὲ ἐδείπνησαν, προσαιτήσουσα, οἷον δὴ εὐωχίας οὔσης, ἀφίκετο ἡ Πενία καὶ ἦν περὶ τὰς θύρας. ὁ οὖν Πόρος μεθυσθεὶς τοῦ νέκταρος, οἶνος γὰρ οὔπω ἦν, εἰς τὸν τοῦ ∆ιὸς κῆπον εἰσελθὼν βεβαρημένος εὗδεν. ἡ οὖν Πενία ἐπιβουλεύουσα διὰ τὴν αὑτῆς ἀπορίαν παιδίον ποιήσασθαι ἐκ τοῦ Πόρου κατακλίνεταί τε παρ' αὐτῷ καὶ ἐκύησε τὸν Ἔρωτα.» Τοιαῦτα μὲν δή τινα κἀν τούτοις ὁ Πλάτων ἐμφερῶς Μωσεῖ ὑπῃνίξατο.

12.12.1 ιβʹ. ΩΣ ΕΚ ΤΟΥ ΑΝ∆ΡΟΣ ΕΙΛΗΦΘΑΙ ΦΑΣΙ ΤΗΝ ΓΥΝΑΙΚΑ

Πάλιν εἰρηκότος Μωσέως· «Τῷ δὲ Ἀδὰμ οὐκ ἦν βοηθὸς ὅμοιος αὐτῷ. καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπ' αὐτὸν καὶ ὕπνωσε καὶ ἔλαβε μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. καὶ ᾠκοδόμησε κύριος ὁ θεὸς τὴν πλευράν, ἣν ἔλαβεν ἀπὸ τοῦ Ἀδάμ, εἰς γυναῖκα,» μὴ συνεὶς ὁ Πλάτων οἵᾳ εἴρηται διανοίᾳ δῆλος μέν ἐστιν οὐκ ἀγνοήσας τὸν λόγον, Ἀριστοφάνει δ' αὐτὸν οἷα κωμῳδῷ χλευάζειν εἰωθότι καὶ τὰ σεμνὰ τῶν πραγμάτων ἀνατίθησιν, ἐν Συμποσίῳ τάδε λέγοντα αὐτὸν εἰσάγων· 12.12.2 «∆εῖ δὲ πρῶτον ὑμᾶς μαθεῖν τὴν ἀνθρωπίνην φύσιν καὶ τὰ παθήματα αὐτῆς. ἡ γὰρ πάλαι ἡμῶν φύσις οὐχὶ ἡ αὐτὴ ἦν ἥπερ νῦν, ἀλλ' ἄλλη. πρῶτον μὲν γὰρ τρία ἦν τὰ γένη τῶν ἀνθρώπων, οὐχ ὥσπερ νῦν δύο, ἄρρεν καὶ θῆλυ, ἀλλὰ καὶ τρίτον προσῆν κοινὸν ἀμφοτέρων τούτων, οὗ νῦν ὄνομα λοιπόν, αὐτὸ δὲ ἠφάνισται· ἀνδρόγυνον γὰρ τότε μὲν ἦν καὶ εἶδος καὶ ὄνομα ἐξ ἀμφοτέρων κοινὸν τοῦ τε ἄρρενος καὶ τοῦ θήλεος.» 12.12.3 Εἶθ' ἑξῆς διασύρας τὰ αὐτῷ συνήθη ἐπιφέρει λέγων· «Ταῦτ' εἰπὼν» ὁ παρ' αὐτῷ Ζεὺς «ἔτεμνε τοὺς ἀνθρώπους δίχα, ὥσπερ οἱ τὰ ὦτα τέμνοντες καὶ μέλλοντες ταριχεύειν ἢ ὥσπερ οἱ τὰ ᾠὰ ταῖς θριξίν. ὅντινα δὲ τέμοι, τὸν Ἀπόλλωνα ἐκέλευε τό τε πρόσωπον μεταστρέφειν καὶ τὸ τοῦ αὐχένος ἥμισυ πρὸς τὴν τομήν, ἵνα θεώμενος τὴν αὑτοῦ τμῆσιν κοσμιώτερος εἴη ὁ ἄνθρωπος, καὶ τὰ ἄλλα ἰᾶσθαι ἐκέλευεν.»