μετὰ τὸ ἐνδύσεσθαι τὴν ἀφθαρσίαν, ἐδεσμά των πάλιν ἐν χρείᾳ ἐσόμεθα καὶ τραπέζης; Οὐδαμῶς· ἀλλ' ἐκ τῶν καθ' ἡμᾶς πραγμάτων ὑποφαίνει τὰ πνευματικά. Οἱ μὲν γὰρ τὰς παρὰ τῶν ἐπιγείων βασιλέων πρώτας ἔχοντες τιμὰς, συνέστιοί τέ εἰσιν αὐτοῖς καὶ ὁμόσιτοι. Εἰσὶ δὲ καὶ ἕτεροί τινες τιμῆς μὲν τῆς παρὰ τῶν κρατούντων ἀξιούμενοι, οὐ μὴν ὅτι καὶ κοινῆς τραπέζης ἁπτόμενοι. Ὅτι τοίνυν ἐν ταῖς πρωτευούσαις τιμαῖς ἔσονται παρ' αὐτῷ, ὡς ἐκ παραδείγματος τοῦ καθ' ἡμᾶς διαδείκνυσιν. 9Εἶπε δὲ Κύριος· Σίμων, Σίμων, ἰδοὺ ὁ Σατα νᾶς ἐξῃτήσατο ὑμᾶς, τοῦ σινιάσαι ὡς τὸν σῖτον.9 (A f. 284, B f. 198) Ἀναγκαῖον οἶμαι καὶ ἐπωφε λὲς, μαθεῖν τίς ἦν ἡ πρόφασις, ἡ παρενεγκοῦσα εἰς τοῦτο τοῦ Σωτῆρος τοὺς λόγους. ∆ιορθωσάμενος δὲ αὐτοὺς ὁ Χριστὸς δι' ὧν ἐπετίμησε τῷ τῆς φιλο δοξίας πάθει, καὶ ἑαυτὸν εἰς ὑπόδειγμα δέδωκε, τρίτον τοῖς μαθηταῖς ἐπικούρημα προσκεκόμικε, διὰ 72.916 τῶν προκειμένων ἀναγνωσμάτων· διδάσκει γὰρ ὅτι μέτρια φρονεῖν ἡμᾶς ἀναγκαῖον, οὐδὲν μὲν ὄντας τό γε ἦκον εἰς τὴν ἀνθρώπου φύσιν, καὶ εἰς τὸ τῆς ἡμετέρας διανοίας εὐόλισθον, στηριζομένους δὲ καὶ ὄντας ὅπερ ἐσμὲν, δι' αὐτόν τε καὶ παρ' αὐτοῦ. Οὔκ ουν ἐφ' ἑαυτοῖς μᾶλλον, ἀλλ' ἐπὶ τοῖς παρ' αὐτοῦ χαρίσμασι σεμνύνεσθαι δεῖ. Κἂν εἴ τις οὕτως δια τεθῇ, ποῖον εὑρήσει τόπον ἐν αὐτῷ τὸ ὑπερκεῖσθαί τινων ἐθέλειν; Ταύτῃτοι τοὺς μὲν ἑτέρους ἀφίησι μαθητὰς, ἐπ' αὐτὸν δὲ τὸν κορυφαῖον ἔρχεται· καί φησιν ὅτι "Πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι καὶ ὑμᾶς ὡς τὸν σῖτον," ἀντὶ τοῦ δοκιμάσαι καὶ πειράσαι· ἔθος γὰρ τῷ Σατανᾷ, τοῖς εὐδοκιμοῦσιν ἐπιπηδᾷν· οὕτως ἐζήτησε τὸν Ἰὼβ, ἀλλ' ἡττᾶτο τῆς ἐκείνου τληπαθείας. Πλὴν πλεονεκτεῖ τὴν ἀνθρώπου φύσιν, ἀσθενὴς γὰρ αὕτη, δεινὸς δὲ καὶ ἀπηνὴς ἐκεῖνος· ὡς γάρ φησι περὶ αὐτοῦ τὸ Γράμμα τὸ ἱερὸν, ἡ καρδία αὐτοῦ πέπηγεν ὥσπερ λίθος, ἕστηκε δὲ ὥσπερ ἄκμων ἀνήλατος. Πλὴν τοῖς τῶν ἁγίων ὑπ ενήνεκται ποσὶ, Χριστοῦ καὶ τοῦτο κατωρθωκότος. 9Ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ.9 (A f. 284, δ φ. 74) Ἰδοὺ δὴ πάλιν ἡμῖν συμπλάτ τεται, καὶ ἐκ τῶν τῆς ἀνθρωπότητος διαλέγεται μέ τρων, καίτοι Θεὸς ὢν φύσει, καὶ εἰ γέγονε σάρξ· δεηθῆναι γάρ φησιν ὡς ἄνθρωπος. Ἐμφαίνει δὲ διὰ τούτων, ὡς εἴπερ ἐξεδόθη πρὸς πεῖραν τῷ Σατανᾷ, ἄπιστος ἂν ἐγένετο παντελῶς· ὅπου γε καὶ μὴ ἐκ δοθεὶς, ἠσθένησεν· ἠρνήσατο γὰρ παιδίσκης μιᾶς θορυβούσης αὐτὸν ἐν τῇ αὐλῇ τοῦ ἀρχιερέως. Ὁ μέν τοι Κύριος, τὴν τοῦ μαθητοῦ ἄρνησιν αἰνιξάμενος ἐν οἷς ἔφη, "Ἐδεήθην περὶ σοῦ ἵνα μὴ ἐκλίπῃ ἡ πί στις σου," εἰσφέρει παραχρῆμα τὸν τῆς παρακλή σεως λόγον, καί φησι· "Καὶ σύ ποτε ἐπιστρέψας, στήριξον τοὺς ἀδελφούς σου·" τουτέστι, γενοῦ στή ριγμα καὶ διδάσκαλος τῶν διὰ πίστεως προσιόν των ἐμοί. Καὶ θαύμασον πάλιν τοῦ λόγου τὸ εὐ τεχνὲς, καὶ τὸ ὑπερβάλλον τῆς θείας γαληνότητος· ἵνα γὰρ μὴ εἰς ἀπόγνωσιν ἀγάγῃ τὸν μαθητὴν, ὅτι τῶν τῆς ἀποστολῆς αὐχημάτων ἀποπεμφθήσεται ἀρ νησάμενος αὐτὸν, ἀναπίμπλησιν ἀγαθῆς ἐλπίδος, καὶ ὅτι τεύξεται τῶν ἐπηγγελμένων ἀγαθῶν. Ἔφη γὰρ, ὅτι "Καὶ σὺ ἐπιστρέψας, στήριξον τοὺς ἀδελ φούς σου." Ὢ τῆς ἀφάτου φιλανθρωπίας! Οὔπω γέγονεν ἡ ἁμαρτία, καὶ τὴν ἄφεσιν ἐκομίσατο, καὶ πάλιν αὐτὸν ἐν τοῖς ἀποστολικοῖς κατέταξεν ἀξιώ μασιν. 9Πρὶν ἢ τρὶς ἀπαρνήσῃ μὴ εἰδέναι με.9 (A f. 285 b). Ἐκδέξῃ δὲ τὰ προκείμενα καὶ ὧδε· προκαταμεμήνυκε τῷ θαυμασίῳ Πέτρῳ, ὅτι τρὶς αὐτὸν ἀρνήσεται, κατὰ τὸν τῆς συλλήψεως δηλονότι καιρόν. Ἐπειδὴ δὲ ἅπαξ μνήμη γέγονε τῆς συλλή ψεως αὐτοῦ, ἀκολουθεῖ δὲ πάντως τῇ τοιᾷδε μνήμῃ καὶ τὰ ἐφεξῆς γεγονότα, τὰ ἐπὶ τῷ σταυρῷ φημι πάθη. Λοιπὸν τὸν ἐπισκήψαντα τοῖς Ἰουδαίοις προ απαγγέλλει πόλεμον. ∆ιὰ τοῦτό φησιν· "Ὅτε ἀπ 72.917 έστειλα ὑμᾶς χωρὶς βαλαντίου, καὶ πήρας, καὶ ὑπο δημάτων, μή τινος ὑστερήσατε; Οἱ δὲ εἶπον· Οὔ." Πέπομφε μὲν γὰρ ὁ Σωτὴρ τοὺς ἁγίους ἀποστόλους, κηρύσσειν αὐτοῖς ἐπιτάξας τοῖς ἀνὰ πᾶσαν κώμην τε καὶ πόλιν τὸ Εὐαγγέλιον τῆς