156
12.13.1 ιγʹ. ΠΕΡΙ ΤΟΥ ΠΡΩΤΟΥ ΤΩΝ ΑΝΘΡΩΠΩΝ ΒΙΟΥ
Μωσέως τὸν πρῶτον τῶν γηγενῶν βίον ὑπογράψαντος ἐν παραδείσῳ θεοῦ γεγονέναι θεόν τε αὐτῶν ἡγεῖσθαι ἐν ἀχρημάτῳ καὶ ἀκτήμονι διαγωγῇ ἄσπαρτά τε αὐτοῖς καὶ ἀνήροτα πάντα φύεσθαι γυμνούς τε εἶναι τῆς μετὰ ταῦτα περιβολῆς, ἐπάκουσον τοῦ φιλοσόφου μονονουχὶ αὐτὰ δὴ ταῦτα Ἑλληνικῇ τῇ φωνῇ διερμηνεύοντος. λέγει δ' οὖν· 12.13.2 «Θεὸς ἔνεμεν αὐτοὺς αὐτὸς ἐπιστατῶν, καθάπερ νῦν ἄνθρωποι, ζῷον ἕτερον θειότερον, ἄλλα γένη φαυλότερα αὐτῶν νομεύουσι. νέμοντος δ' ἐκείνου πολιτεῖαί τε οὐκ ἦσαν οὐδὲ κτήσεις γυναικῶν καὶ παίδων ἐκ γῆς γὰρ ἀνεβιώσκοντο πάντες, οὐδὲν μεμνημένοι τῶν πρόσθεν, ἀλλὰ τὰ μὲν τοιαῦτα ἀπῆν πάντα, καρποὺς δὲ ἀφθόνους εἶχον ἀπό τε δένδρων καὶ πολλῆς ὕλης, οὐχ ὑπὸ γεωργίας φυομένους, ἀλλ' αὐτομάτης ἀναδιδούσης τῆς γῆς. γυμνοὶ δὲ καὶ ἄστρωτοι θυραυλοῦντες τὰ πολλὰ ἐνέμοντο. τὸ γὰρ τῶν ὡρῶν αὐτοῖς ἄλυπον ἐκέκρατο, μαλακὰς δὲ εὐνὰς εἶχον, ἀναφυομένης ἐκ γῆς πόας ἀφθόνου. τὸν δὴ βίον, ὦ Σώκρατες, ἀκούεις μὲν τὸν τῶν ἐπὶ Κρόνου· τόνδε δ', ὡς λόγος ἐπὶ ∆ιὸς εἶναι, τὸν νῦν, παρὼν αὐτὸς ᾔσθησαι.»
12.14.1 ιδʹ. ΟΤΙ ΚΑΙ ΤΟΙΣ ΑΛΟΓΟΙΣ ΖΩΙΟΙΣ ΩΜΙΛΟΥΝ Πάλιν Μωσέως ἀναγράψαντος ὡς ὅτι «ἦν ὁ ὄφις φρονιμώτερος πάντων τῶν θηρίων» οἷά τε εἶπεν ὁ ὄφις τῇ γυναικὶ καὶ ἡ γυνὴ τῷ ὄφει καὶ τὰς ὁμιλίας τοῦ ὄφεως ἐκθεμένου, ὁ Πλάτων οἷα γράφει ἐπάκουσον· 12.14.2 «Εἰ μὲν τοίνυν οἱ τρόφιμοι τοῦ Κρόνου, παρούσης αὐτοῖς οὕτω πολλῆς σχολῆς καὶ δυνάμεως πρὸς τὸ μὴ μόνον ἀνθρώποις, ἀλλὰ καὶ θηρίοις διὰ λόγων δύνασθαι ξυγγίνεσθαι, κατεχρῶντο τούτοις σύμπασιν ἐπὶ φιλοσοφίαν, μετά τε θηρίων καὶ μετ' ἀλλήλων ὁμιλοῦντες καὶ πυνθανόμενοι παρὰ πάσης φύσεως εἴ τινά τις ἰδίαν δύναμιν ἔχουσα ᾔσθητό τι διάφορον τῶν ἄλλων εἰς ξυναγυρμὸν φρονήσεως, εὔκριτον ὅτι τῶν νῦν οἱ τότε μυρίως πρὸς εὐδαιμο12.14.3 νίαν διέφερον. εἰ δ' ἐμπιπλάμενοι σίτων ἄδην καὶ πότων διελέγοντο πρὸς ἀλλήλους καὶ τὰ θηρία μύθους, οἷοι δὴ καὶ τὰ νῦν περὶ αὐτῶν λέγονται, καὶ τοῦθ', οὕτως γε κατ' ἐμὴν δόξαν ἀποφήνασθαι, καὶ μάλα εὔκριτον. ὅμως δ' οὖν ταῦτα μὲν ἀφῶμεν, ἕως ἂν ἡμῖν μηνυτής τις ἱκανὸς φανῇ, ποτέρως οἱ τότε τὰς ἐπιθυμίας εἶχον περί τε ἐπιστημῶν καὶ τῆς τῶν λόγων χρείας.»
12.15.1 ιεʹ. ΟΠΩΣ ΠΕΡΙ ΤΟΥ ΚΑΤΑΚΛΥΣΜΟΥ ΜΕΜΝΗΝΤΑΙ Μωσῆς νομοθεσίαν ἀνθρώποις καταβεβλημένος ἐνόμισεν αὑτῷ δεῖν ἀρχαιολογίας ἐν τοῖς προοιμίοις μνημονεύει τε τοῦ κατακλυσμοῦ καὶ τοῦ μετ' αὐτὸν βίου τῶν ἀνθρώπων, ἔπειτα παλαιῶν ἀνδρῶν τῶν παρ' Ἑβραίοις θεοφιλῶν καὶ τῶν δὲ ἄλλως ἐν πλημμελείαις ἐξητασμένων τὴν πολιτείαν ὑφηγεῖται, κατάλληλον οἷς ἐνομοθέτει τὴν περὶ τούτων ἡγησάμενος ἱστορίαν 12.15.2 ἔσεσθαι. καὶ ὁ Πλάτων δὲ ὡσαύτως, παρελθὼν ἐπὶ τὴν τῶν νόμων γραφήν, τὸν αὐτὸν τῷ Μωσεῖ ζηλοῖ τρόπον· ἐν προοιμίοις γοῦν τῶν Νόμων τῇ κατ' αὐτὸν ἀρχαιολογίᾳ κέχρηται, κατακλυσμοῦ μνημονεύσας καὶ τοῦ μετὰ τὸν κατακλυσμὸν βίου· ἀρχόμενος γοῦν τοῦ τρίτου τῶν Νόμων ἐπάκουσον ἅ φησιν· «Ἆρ' οὖν ὑμῖν οἱ παλαιοὶ λόγοι ἀλήθειαν ἔχειν τινὰ δοκοῦσι; Ποῖοι δή; Τὸ πολλὰς ἀνθρώπων φθορὰς γεγονέναι κατακλυσμοῖς τε καὶ νόσοις