156
δυσήνιός ἐστι καὶ τραχύς; ἀλλ' ἐξ ἀρχῆς ἔδει σε ταῦτα πάντα ὁρῶντα, ὅτε εὐήνιος ἦν καὶ κομιδῇ νέος, χαλινοῦν, μετὰ ἀκριβείας ἐθίζειν, πρὸς τὰ δέοντα ῥυθμίζειν, κολάζειν αὐτοῦ τὰ κινήματα τῆς ψυχῆς, ὅτε εὐκολωτέρα ἡ ἐργασία· τότε τὰς ἀκάνθας ἐκτεμεῖν ἔδει, ὅτε ἁπαλωτέρας οὔσης τῆς ἡλικίας εὐκολώτερον ἀνεσπῶντο· καὶ οὐκ ἂν ἀμελούμενα τὰ πάθη καὶ αὐξανόμενα δυσκατέργαστα γέγονε. Τίνα οὖν ἀπολογίαν ἔχοιμεν ἂν εἰπεῖν, ὅταν ὁ Θεὸς μὲν, ἐπειδὰν παρ' αὐτῶν ἡμεῖς ὑβριζώμεθα, μηδὲ τῆς ζωῆς αὐτῶν φείδηται· Ὁ μὲν γὰρ κακολογῶν πατέρα ἢ μητέρα, φησὶ, θανάτῳ τελευτάτω· ἡμεῖς δὲ ὑβριζομένου αὐτοῦ παρ' αὐτῶν, μηδὲ ἀγανακτεῖν αὐτοῖς ὑπομένωμεν; Ἐγὼ, φησὶν, οὐδὲ ἀποκτεῖναι παραιτοῦμαι τὸν ὑβρίζοντά σε· σὺ δὲ οὐδὲ ῥήματι λυπεῖν ἀνέχῃ τὸν τοὺς ἐμοὺς καταπατοῦντα νόμους; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Μὴ τοίνυν τῶν παίδων ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ, πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ· ὡσπεροῦν τὸν πονηρὸν ἀποστρέφονται καὶ μισοῦσι, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν· οἱ γὰρ τῶν παίδων ἀμελοῦντες, κἂν τὰ ἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην. Εἰ δὲ βούλεσθε γνῶναι σαφῶς, ὅτι κἂν τὰ ἡμέτερα ἡμῖν ἅπαντα καλῶς ᾖ διῳκημένα, τῆς δὲ τῶν παίδων ἀμελῶμεν σωτηρίας, τὴν ἐσχάτην τίσομεν δίκην, προσέχετε μετὰ ἀκριβείας τοῖς λεγομένοις· Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις, μέτριος ἄνθρωπος καὶ ἐπιεικής· Ἠλεὶ τούτῳ ὄνομα ἦν· οὗτος γίνεται δύο παίδων πατήρ· καὶ ὁρῶν αὐτοὺς ἐπὶ κακίαν βαδίζοντας, οὐ κατεῖχεν οὐδὲ ἐκώλυεν, μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ πάσης δὲ ἐποίει τοῦτο σπουδῆς· τιμωρίαν μὲν οὐκ ἐπετίθει, λόγοις δὲ καὶ παραινέσεσιν ἐπειρᾶτο τῆς πονηρίας ταύτης ἀπάγειν αὐτούς· καὶ τοιαῦτα πρὸς αὐτοὺς συνεχῶς ἔλεγε ῥήματα· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως, ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Καίτοι ἱκανὰ μὲν καὶ ταῦτα αὐτοὺς ἀνακτήσασθαι τὰ ῥήματα· ἀλλ' ὅμως, ἐπειδὴ μὴ τὸ πᾶν ὡς ἐχρῆν ἐπεδείξατο, ἑαυτῷ τε κἀκείνοις ἐξεπολέμωσε τὸν Θεόν· καὶ φεισάμενος αὑτοῦ τῶν παίδων ἀκαίρως, μετὰ τῶν παίδων καὶ τὴν ἑαυτοῦ προσαπώλεσε σωτηρίαν. Καί 63.767 τοι πλὴν τῆς εἰς τοὺς παῖδας ῥᾳθυμίας οὐδὲν ἕτερον εἶχεν ἐγκαλεῖν ὁ Θεὸς τῷ πρεσβύτῃ. Εἰ δὲ τὸν ἐλάττονα ἁμαρτόντα, οὕτω πανέστιον ἀνέτρεψεν ὁ Θεὸς, τοὺς χαλεπώτερα πεπλημμεληκότας, ἀτιμωρήτους ἀφήσει; Εἰ γὰρ τὸν ἱερέα, τὸν πρεσβύτην, τὸν ἔνδοξον, τὸν εἴκοσιν ἔτη προστάντα ἀλήπτως τοῦ τῶν Ἑβραίων ἔθνους, οὐδὲν τούτων ἴσχυσε παραιτήσασθαι, ἀλλ' ἐπειδὴ τῶν παίδων οὐκ ἐπεμελήθη μετὰ ἀκριβείας, σφόδρα ἐλεεινῶς ἀπώλετο, καὶ τῆς ὀλιγωρίας ταύτης ἡ ἁμαρτία, καθάπερ κῦμα ἄγριον καὶ μέγα, πάντα ὑπερέσχεν ἐκεῖνα, καὶ τὰ κατορθώματα ἀπέκρυψεν ἅπαντα· τίς ἡμᾶς λήψεται δίκη τοὺς καὶ τῆς ἀρετῆς ἀποδέοντας πολὺ τῆς ἐκείνου, καὶ τῶν παίδων οὐ μόνον οὐ προϊσταμένους, ἀλλὰ καὶ βαρβάρου παντὸς χαλεπώτερον περὶ τούτους διακειμένους; Ὥσπερ γάρ τις ἐπὶ τῶν οἰκείων ἁμαρτημάτων οὐκ ἔχει καταφυγεῖν εἰς ἀπολογίαν καὶ συγγνώμην· οὕτως οὐδὲ ὑπὲρ τῶν τοῖς παισὶν ἁμαρτανομένων οἱ γεννήτορες· καὶ μάλα εἰκότως. Εἰ μὲν γὰρ ἐκ φύσεως ἡ κακία τοῖς ἀνθρώποις προσῆν, εἰκότως ἄν τις εἰς ἀπολογίαν κατέφυγεν· ἐπειδὴ δὲ ἐκ προαιρέσεως καὶ φαῦλοι γινόμεθα καὶ σπουδαῖοι, τίνα ἂν ἔχοι λόγον εὐπρόσωπον εἰπεῖν ὁ τὸν μάλιστα πάντων ποθούμενον διαστραφῆναι καὶ γενέσθαι πονηρὸν ἀφιείς; Μὴ δὴ πλοῦτον τοῖς παισὶ καταλίπῃς, ἵνα καταλίπῃς ἀρετήν. Καὶ γὰρ ἐσχάτης ἀλογίας, ζῶντας μὲν μὴ ποιεῖν αὐτοὺς κυρίους πάντων τῶν ὄντων, τελευτήσαντας δὲ πολλὴν τῇ τῆς νεότητος εὐκολίᾳ παρέχειν τὴν ἄδειαν. Καίτοι γε ζῶντες μὲν δυνησόμεθα καὶ εὐθύνας ἀπαιτεῖν, καὶ κακῶς τοῖς οὖσι κεχρημένους σωφρονίζειν καὶ χαλινοῦν· τελευτήσαντες δὲ, ἂν μετὰ τῆς ἡμετέρας ἐρημίας καὶ τῆς νεότητος καὶ τὴν ἀπὸ τοῦ πλούτου παράσχωμεν ἐξουσίαν, εἰς μυρίους ὠθήσομεν