βασιλείας τῶν οὐρα νῶν, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλα κίαν ἐν τῷ λαῷ· ἐκέλευσε δὲ βαδίζοντας μηδενὸς τῶν σωματικῶν ποιεῖσθαι φροντίδα· ἐπ' αὐτῷ δὲ πᾶσαν ἔχοντας τοῦ ζῇν τὴν ἐλπίδα περινοστεῖν· ὃ δὴ καὶ πεπράχασιν. Ἀλλὰ νῦν, φησὶν, "Ὁ ἔχων βαλάντιον, ἀράτω καὶ πήραν ὁμοίως." Καὶ τί δὴ τοῦτό ἐστιν, ἐροῦμεν· ἐσχηματίσθη μὲν ὁ λόγος ὡς πρὸς αὐτοὺς, βλέπει δὲ κατὰ τὸ ἀληθὲς εἰς τὸ παντὸς Ἰουδαίου πρόσωπον. Αὐτοῖς γὰρ μᾶλλον διαλέγεται Χριστός. Εἴ τις γὰρ, φησὶν, εὐπορεῖ χρημάτων κατὰ τὴν τῶν Ἰουδαίων χώραν, ἅπαντα συνενεγκὼν, φευγέτω· εἰ δέ τις τούτων μὲν οὐκ εὐπορεῖ, πενίᾳ δὲ συζῶν ἐσχάτῃ τὴν χώραν οἰκεῖ, καὶ οὗτος ὅπερ ἔχει, φησὶ, πωλησάτω ἄμφιον, καὶ ἀγορασάτω μάχαιραν. Ἔστι γὰρ λοιπὸν ἅπασι τοῖς τὴν χώραν οἰκοῦσιν ὁ λόγος οὐ περί γε τοῦ ἔχειν τι ἢ μὴ, ἀλλὰ περὶ αὐτοῦ τοῦ εἶναι καὶ ζῇν. Κατασκήψει γὰρ εἰς αὐτοὺς ὁ πόλεμος ἀφορήτοις ὁρμαῖς, ὡς οὐδὲν ἀρκέσαι πρὸς ἀντίστα σιν. Εἶτα τὴν αἰτίαν τῶν τοιούτων κακῶν ἀπαγγέλ λει, λέγων, ὅτι δεῖ μὲν αὐτὸν, κατὰ τὰς Γραφὰς, μετὰ τῶν ἀνόμων λογισθῆναι, συγκρεμάμενον δηλον ότι τοῖς συσταυρωθεῖσιν αὐτῷ λῃσταῖς, καὶ τὴν τοῖς ἀνόμοις πρέπουσαν ὑπομείναντα δίκην· τέλος δὲ λοι πὸν τῷ μέχρι τούτων ἐλθεῖν ὁ τῆς οἰκονομίας λήψε ται λόγος. "Τέλος γὰρ, φησὶν, ἔχει τὰ περὶ ἐμοῦ," ἤτοι γεγραμμένα ἐν νόμῳ καὶ προφήταις, μέχρι δηλονότι τοῦ παθεῖν τὸν κατὰ σάρκα θάνατον· συμβήσεται δὲ τοῖς ἀπεκτονόσιν, ἃ καὶ πάλαι προείρηται διὰ τῶν ἁγίων προφητῶν. 9Οἱ δὲ εἶπον· Κύριε, ἰδοὺ μάχαιραι ὧδε δύο.9 (A f. 286, B f. 200 b) Ταυτὶ μὲν ὁ Κύριος περὶ τῶν συμβησομένων τῇ Ἰουδαίων χώρᾳ προκαταμεμή νυκεν. Οἱ δέ γε μαθηταὶ οὐ συνῆκαν τῶν εἰρημένων τὸ βάθος· ᾠήθησαν δὲ μᾶλλον, ὅτι διὰ τὴν συμβησο μένην ἔφοδον αὐτῷ παρὰ τοῦ προδότου καὶ τῶν συλ ληψομένων αὐτὸν, μαχαιρῶν εἶναι χρείαν διεβεβαιώ σατο· ταύτῃτοί φασιν· "Ἰδοὺ μάχαιραι ὧδε δύο." Καὶ τί πρὸς αὐτοὺς ὁ Σωτήρ; "Ἱκανόν ἐστι·" μονονουχὶ διαγελᾷ τὴν φωνήν· εὖ εἰδὼς ὅτι τῶν εἰρη μένων τὴν δύναμιν οὐ συνιέντες οἱ μαθηταὶ ᾠήθησαν, ὡς ἔφην, μαχαιρῶν εἶναι χρείαν εἰς τὴν ἐσομένην ἔφοδον κατ' αὐτοῦ. Πρὸς ἐκεῖνα τοίνυν ὁρῶν ὁ Σωτὴρ, ἃ συμβήσεσθαι ἔμελλον τοῖς Ἰουδαίοις, τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας, διαγελᾷ τὸ ὑπὸ τῶν μαθητῶν εἰ ρημένον, ὅτι "Ἰδοὺ ὧδέ εἰσι μάχαιραι δύο·" καί φησιν· "Ἱκανόν ἐστι." Ναὶ, φησὶν, ἀρκέσουσι δύο ξίφη πρὸς ἀντίστασιν τοῦ πολέμου τοῦ μέλλοντος ἥξειν κατ' αὐτῶν, πρὸς ὃν οὐδὲν ἃν ὠφέλησαν οὐδὲ πολλαὶ ξιφῶν χιλιάδες! 9Καὶ ἐξελθὼν ἐπορεύθη κατὰ τὸ ἔθος εἰς τὸ ὅρος τῶν Ἐλαιῶν.9 (A f. 287 b) Ἐν ἡμέρᾳ μὲν ὁ Σωτὴρ τὰς ἐν Ἱερο-σολύμοις ἐποιεῖτο διατριβὰς, ἐπιλαβούσης δὲ τῆς ἑσπέρας, ἐν τῷ ὄρει τῶν Ἐλαιῶν, ὁμοῦ τοῖς ἁγίοις ηὐλίζετο μαθηταῖς, εἰς χωρίον λεγόμενον Γεθσημανῆ. 72.920 Ματθαῖος γὰρ οὕτω φησὶν ὁ σοφώτατος εὐαγγελιστής. Ἀφιγμένος δὴ οὖν ἐνταῦθα Χριστὸς, ὡς αὐτός που πάλιν ὁ Ματθαῖός φησι, παραλαβὼν τοὺς τρεῖς, τὸν Πέτρον, φημὶ, καὶ τοὺς τοῦ Ζεβεδαίου, ἤρξατο λυ πεῖσθαι καὶ ἀδημονεῖν. Ἐνταῦθά μοι βλέπε τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ βάθος, καὶ τῆς ἀποῤῥήτου σο φίας τὸ ὕψος. ∆ιὰ ποίαν αἰτίαν, ὦ ∆έσποτα, ἀδημο νεῖς; Ἆρα δέδιας καὶ αὐτὸς τὸν θάνατον, καὶ δειλίᾳ κεκρατημένος παραιτῇ τὸ παθεῖν, καίτοι τοῖς μα θηταῖς εἰπών· "Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι;" Ἀλλὰ κἂν εἴ τις λέγοι τῆς πνευματικῆς εὐανδρίας παρὰ σοῦ τοῖς ἐξειλεγμένοις δίδοσθαι τὴν χάριν, οὐκ ἂν ἁμάρτοι τοῦ ἀληθοῦς. Ἰσχὺς γὰρ πᾶσα παρὰ σοῦ, καὶ ζωὴ κατὰ φύσιν ὑπάρχεις καὶ ζωοποιός. Πῶς οὖν λελύπησαι καὶ ἀδημονεῖς ἕως θανάτου; Καίτοι σαφῶς ἠπίστασο, Θεὸς ὢν φύσει, ὅτι τὸν κατὰ σάρκα θάνατον ὑπομείνας, ἀπαλλάξεις θανάτου τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τὸ τῆς νίκης τρόπαιον ἐγερεῖς κατὰ πάσης πονηρᾶς καὶ ἀντικειμένης δυνάμεως, καὶ ὡς Θεὸς προσκυνηθήσῃ καὶ τῶν ὅλων ∆ημιουργός. Ἐπὶ τίσιν οὖν ἄρα