157
καὶ ἄλλοις πολλοῖς, ἐν οἷς βραχύ τι τῶν ἀνθρώπων λείπεσθαι γένος. Πάνυ μὲν οὖν πιθανὸν τὸ τοιοῦτον πᾶν παντί. 12.15.3 Φέρε δή, νοήσωμεν μίαν τῶν πολλῶν ταύτην τὴν τῷ κατακλυσμῷ γενομένην. Τὸ ποῖόν τι περὶ αὐτῆς διανοηθέντες; Ὡς οἱ τότε περιφυγόντες τὴν φθορὰν σχεδὸν ὄρειοί τινες ἂν εἶεν νομῆς, ἐν κορυφαῖς που σμικρὰ ζώπυρα τοῦ τῶν ἀνθρώπων διασεσωσμένα γένους. ∆ῆλον. 12.15.4 Καὶ δὴ τοὺς τοιούτους γε ἀνάγκη που τῶν ἄλλων ἀπείρους εἶναι τεχνῶν καὶ τῶν ἐν τοῖς ἄστεσι πρὸς ἀλλήλους μηχανῶν εἴς τε πλεονεξίας καὶ φιλονεικίας καὶ ὁπόσα ἄλλα κακουργήματα πρὸς ἀλλήλους ἐπινοοῦσιν. Εἰκὸς γοῦν. Θῶμεν δὴ τὰς ἐν τοῖς πεδίοις πόλεις καὶ πρὸς θαλάττῃ κατοικούσας ἄρδην ἐν τῷ τότε χρόνῳ διαφθείρεσθαι. Θῶμεν. Οὐκοῦν ὄργανά τε πάντα ἀπόλλυσθαι καὶ εἴ τι τέχνης ἦν ἐχόμενον σπουδαίως εὑρημένον ἢ πολιτικῆς ἢ καὶ σοφίας τινὸς ἑτέρας, πάντα ἔρρειν ταῦτα ἐν τῷ τότε χρόνῳ φήσομεν.» 12.15.5 Καὶ μεθ' ἕτερά φησιν· «Οὐκοῦν οὕτω δὴ λέγωμεν ἔχειν τότε, ὅτε ἐγένετο ἡ φθορά, τὰ περὶ τοὺς ἀνθρώπους πράγματα, μυρίαν μέν τινα φοβερὰν ἐρημίαν, γῆς δὲ ἀφθόνου πλῆθος πάμπολυ.» 12.15.6 Ταῦτα καὶ τοιαῦτα ἕτερα εἰπὼν ἐπεξέρχεται βίους τῶν μετὰ τὸν κατακλυσμὸν ἀνθρώπων, εἶθ', ὥσπερ Μωσῆς τὴν τῶν πάλαι θεοφιλῶν Ἑβραίων πολιτείαν ἐπισυνάπτει τῇ μετὰ τὸν κατακλυσμὸν ὑφηγήσει, καὶ ὁ Πλάτων ὁμοίως μετὰ τοὺς βίους τῶν μετὰ τὸν κατακλυσμὸν τὰ Ἑλληνικὰ πειρᾶται ἀρχαιολογεῖν, ὡς ἐκεῖνος τὰ Ἑβραίων, τῶν τε ἐπὶ Τροίας μνημονεύει καὶ τῆς πρώτης ἐν Λακεδαίμονι πολιτείας Περσῶν τε καὶ τῶν παρὰ τούτοις εἴτε ὀρθῶς εἴτε καὶ μὴ βεβιωκότων· εἶτα μετὰ τὴν τούτων ἱστορίαν ἀπάρχεται τῆς τῶν νόμων διαθέσεως κἀν τούτῳ Μωσεῖ κατακολουθήσας.
12.16.1 ιʹ. ΟΤΙ ΤΑ ΤΗΣ ∆Ι∆ΑΣΚΑΛΙΑΣ ΟΡΘΩΣ ΗΜΙΝ ΑΠΟ ΤΩΝ ΘΕΙΩΝ ΑΡΧΟΜΕΝΑ ΚΑΤΑΛΗΓΕΙ ΕΙΣ ΤΑ ΑΝΘΡΩΠΙΝΑ· ΑΠΟ ΤΟΥ Αʹ ΤΩΝ ΝΟΜΩΝ
ΠΛΑΤΩΝΟΣ Μωσέως τὴν πᾶσαν αὐτοῦ νομοθεσίαν τήν τε κατ' αὐτὸν πολιτείαν εὐσεβείας τοῦ τῶν ὅλων θεοῦ ἀναρτήσαντος ἀπό τε τοῦ πάντων δημιουργοῦ τὴν καταρχὴν τῆς νομοθεσίας πεποιημένου, ἔπειτα τῶν θείων ἀγαθῶν ἐξέχεσθαι τὰ ἀνθρώπινα διδάξαντος τά τε θεῖα ἐπὶ τὸν πάντων ἡγεμόνα νοῦν, αὐτὸν δὴ τὸν τῶν ὅλων θεόν, ἀναθέντος, θέα ὅπως καὶ ὁ φιλόσοφος τοῖς αὐτοῖς βαίνων ἴχνεσιν ἐπιμέμφεται μὲν τοῖς Κρητῶν καὶ Λακεδαιμονίων νομοθέταις, τὸν δ' ἀρέσκοντα Μωσεῖ νόμον ἐκδιδάσκει, λέγων οὕτως· 12.16.2 «Πῆ δὴ οὖν σε ἔτ' ἂν ἐβουλόμην διελόμενον λέγειν αὐτός τ' ἀκούειν, βούλει σοι φράζω; Πάνυ μὲν οὖν, ὦ ξένε. Χρῆν εἰπεῖν· Οἱ Κρητῶν νόμοι οὐκ εἰσὶ μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν· ἔχουσι γὰρ ὀρθῶς τοὺς αὐτοῖς χρωμένους εὐδαί12.16.3 μονας ἀποτελοῦντες· ἅπαντα γὰρ τὰ ἀγαθὰ πορίζουσι. διττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα· ἤρτηται δὲ ἐκ τῶν θείων θάτερα· καὶ ἐὰν μὲν δέχηται τὰ μείζονα πόλις, κτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται ὑγεία, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴς τε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ πλοῦτος οὐ τυφλός, ἀλλ' ὀξὺ βλέπων, ἄνπερ ἅμ' 12.16.4 ἕπηται φρονήσει. ὃ δὴ πρῶτον τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, ἡ φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετὰ ἀνδρίας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ ἀνδρία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ τῷ νομοθέτῃ τακτέον 12.16.5 οὕτω. μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι