λελύπησαι καὶ ἀδημονεῖς; Ναὶ, φησὶ, τὰ μὲν ἐκ τοῦ πάθους τῷ κόσμῳ ἀγαθὰ συμβησόμενα ἐπί σταμαι· λυπεῖ δέ με ὁ πρωτότοκος Ἰσραὴλ, ὅτι οὐδ' ἐν δούλοις ἐστί· καὶ ὅτι ἡ τοῦ Κυρίου μερὶς, τὸ σχοίνισμα τῆς κληρονομίας, μερὶς ἀλωπέκων ἔσται, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ, καίτοι τὸ ἐσόμενον εἰδὼς, κατηλέει τὴν Ἱερουσαλὴμ, ὡς τῆς εἰς αὐτὸν ἕνεκα δυσσεβείας ἐσο μένην ἐν παντὶ κακῷ, κἀντεῦθεν ἂν μάθοις. Ἀνῄει μὲν γὰρ ἐκ τῆς Ἰουδαίας εἰς Ἱεροσόλυμα· ὡς δέ φησιν ὁ εὐαγγελιστὴς, "Ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπ' αὐτῇ," ὡς ὅσον οὐδέπω ταῖς ἐσχάταις ταλαιπωρίαις καὶ ἀνηκέστοις συμφοραῖς ὁμιλήσουσαν βλέπων τὴν Ἱερουσαλήμ. Ἵνα δὲ μάθωμεν ταύτην ἐσχηκότα τὴν διάθεσιν ἐπ' αὐτῇ, διαμεμήνυκε τοῖς μαθηταῖς ὅτι καὶ ἀκηδιᾷ καὶ λελύπηται. Οὐ γὰρ ἦν δυνατὸν μαθεῖν τὰ ἐν αὐτῷ κεκρυμμένα, μὴ διὰ λόγων ἐκφήναντος τὰ ἐν οἷς ἐστι. Κἀκεῖνο δὲ οἶμαι τοῖς εἰρημένοις προσεπενεγκεῖν ἀναγκαῖον. Τὸ γάρτοι τῆς λύπης πάθος ἤτοι τῆς ἀδημονίας οὐ περὶ αὐτὴν ἂν γένοιτο τὴν θείαν καὶ ἀκήρατον τοῦ Λόγου φύσιν· ἀμήχανον γὰρ, ὅτι παντὸς ἐπέκεινα πάθους ἐστίν· ἐθελῆσαι δέ φαμεν τὸν σαρκωθέντα Λόγον, καὶ ἐν τοῖς ἀνθρωπό τητος καθικέσθαι μέτροις, διὰ τοῦ δοκεῖν ὑπομεῖναι τὰ αὐτῆς. Ὥσπερ οὖν πεινῆσαι λέγεται, καίτοι ζωὴ καὶ ζωοποιὸς, καὶ ἄρτος ὁ ζῶν ὑπάρχων αὐτὸς, κο πιάσαι τε ἐκ μακρᾶς ὁδοῦ, καίτοι τῶν δυνάμεων ὑπάρχων Κύριος, οὔτω καὶ ἀκηδιάσαι καὶ δοκεῖν εἰσδέξασθαι λύπην. Οὐ γὰρ ἔδει τὸν καθιγμένον εἰς κένωσιν, καὶ τοῖς τῆς ἀνθρωπότητος ἐμβεβηκότα μέτροις, παραιτεῖσθαι δοκεῖν τὰ ἀνθρώπινα. 9Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν.9 (A f. 287 b, B f. 201, δ φ. 75) Συνεβούλευσε μαθηταῖς τὰ τῷ καιρῷ πρέποντα, εἰπών· "Προσ εύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν." Ἀλλ' ἵνα 72.921 μὴ λόγοις αὐτοὺς ὠφελήσῃ μόνοις, παράδειξις δὲ καὶ αὐτοῦ τοῦ πράγματος εὑρεθῇ, βραχὺ προσελθὼν, πεσὼν ἐπὶ γόνυ, προσηύχετο. Καὶ τί δή ποτε τοῖς ἁγίοις οὐ συνηύχετο μαθηταῖς, ἀλλὰ καταμόνας; Ἵνα μάθωμεν ἡμεῖς τῆς ἀρεσκούσης Θεῷ προσευχῆς τὸν τύπον. Ἔφη γὰρ ἑτέρωθι· "Σὺ δὲ, ὅταν προσ εύχῃ, εἴσελθε εἰς τὸ ταμιεῖόν σου, ἀπόκλεισον τὴν θύραν, πρόσευξαι τῷ Πατρί σου τῷ ἐν τῷ κρυφαίῳ· καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ κρυφαίῳ, ἀποδώσει σοι ἐν τῷ φανερῷ." Πανταχοῦ γὰρ εὑρήσομεν κατα μόνας εὐχόμενον, ἵνα καὶ σὺ μάθῃς, ὅτι σχολάζοντι νῷ καὶ γαληνιώσῃ καρδίᾳ διαλέγεσθαι χρὴ τῷ ἐπὶ πάντας Θεῷ. Καὶ οὐ δή που φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὅτι τῆς παρ' ἑτέρου χειρὸς ἢ ἐπικουρίας ἐν χρείᾳ καθεστηκὼς, ἐποιεῖτο τὰς λιτάς. Αὐτὸς γάρ ἐστιν ἡ πανσθενεστάτη χεὶρ καὶ δύναμις τοῦ Πα τρός· ἀλλ' ἵνα ἡμεῖς διὰ τούτων μάθωμεν, μὴ νυ στάζειν ἐν πειρασμοῖς, συντείνεσθαι δὲ μᾶλλον εἰς προσευχάς. Ἀμαθὲς δὲ λίαν, καὶ τὸ τῶν ἀγώνων καταθρασύνεσθαι· τῷ μετρίῳ δὲ φρονήματι χρῆναί φημι τὸ εὔτολμον καὶ τληπαθὲς ἀναπλέκειν. Ἴδωμεν δὲ καὶ προσευχῆς τὸν τρόπον. 9Πάτερ, εἰ βούλει, παρένεγκε τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ· πλὴν μὴ τὸ θέλημά μου, ἀλλὰ τὸ σὸν γενέσθω.9 (A f. 288, B f. 201 b, δ φ. 75) Ὁρᾷς ὅπως μετ' εὐλαβείας ἀνθρωποπρεποῦς ἐποιεῖτο Χριστὸς τοῦ πειρασμοῦ τὴν παραίτησιν; Εἰ γὰρ βούλει, φησὶ, παρένεγκε. Ὡς γὰρ εἷς ὑπάρχων τῶν καθ' ἡμᾶς, τοῖς τοῦ Πατρὸς θελήμασιν ἀπονέμει τῶν ἐκβησομέ νων τὸ πέρας· ἵνα καὶ ἡμεῖς αἰτῶμεν ἐκεῖνα κρα τεῖν, ἅπερ ἂν αὐτὸς εἰδείη συμφέροντα ταῖς ἡμετέ ραις ψυχαῖς. Πρὸς δ' αὖ τούτοις, καὶ τῆς Ἰουδαίων ἀνοσιότητος τὸ χρῆμα κατηγορεῖ· ἦν μὲν γὰρ οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν, φορτικόν γε μὲν ἑτέρως, διά τε τὴν ἀδοξίαν καὶ τῆς Ἰουδαίων Συναγωγῆς τὸν ὄλεθρον· οὐ γὰρ ἂν ἠθέλησε κυριοκτόνον γενέσθαι τὸν Ἰσραὴλ, ἵνα μὴ ταύτης ἕνεκα τῆς αἰτίας ταῖς ἐσχάταις δίκαις ὑπενεχθῇ. Ἐπειδὴ δὲ οὐκ ἦν μὴ ὑπο στῆναι τὸ πάθος, εἵλετο αὐτὸ, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρός· ὡς εἶναι τῆς μὲν ἀνθρωπείας φύσεως τὸ εἰς θορύβους εὔκολον· τῆς δὲ θείας, τὸ ἐφ' ἅπασιν ἄθραυστον. Ἡ μὲν γὰρ τοῦ