158
διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ 12.16.6 θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν· περί τε γάμους ἀλλήλοις ἐπικοινουμένους μετά τε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσι καὶ τροφαῖς, ὅσοι τε ἄρσενες καὶ ὅσαι θήλειαι, νέων τε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως τιμῶντα ὀρθῶς ἐπιμέλεσθαι δεῖν καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάς τε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας ξυμπάντων τε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλακότα ψέγειν τε ὀρθῶς καὶ ἐπαινεῖν δι' αὐτῶν τῶν νόμων.» 12.16.7 Καὶ μετὰ βραχέα φησί· «Κατιδὼν δὲ ὁ θεὶς τοὺς νόμους πᾶσι τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι' ἀληθοῦς δόξης ἰόντας, ὅπως ταῦτα πάντα ξυνδήσας ὁ νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ 12.16.8 μηδὲ φιλοτιμίᾳ. οὕτως, ὦ ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν, πῶς ἐν τοῖς τοῦ ∆ιὸς λεγομένοις νόμοις τοῖς τε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνως τε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστί τε πάντα ταῦτα καὶ ὅπη τάξιν εἰληφότα διάδηλά ἐστι τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ τε καί τισιν ἔθεσι, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.» 12.16.9 Καὶ παρ' ἡμῖν δὲ εἴρηται· «Ζητεῖτε πρῶτον τὴν βασιλείαν καὶ τὴν δικαιοσύνην, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.» ἀλλὰ καὶ Μωσῆς πολὺ πρότερον ἀπὸ τῆς περὶ θεοῦ διδασκαλίας τὴν ἀρχὴν πεποιημένος ἑξῆς τε ἐφαρμόσας τὴν κατ' αὐτὸν πολιτείαν καὶ τὰ περὶ συμβολαίων καὶ τοῦ κοινοῦ βίου νόμιμα, τοῖς πᾶσιν ἄρχοντας καὶ φύλακας καθίστησι τοὺς τῷ θεῷ ἱερωμένους, ὡς καὶ τὰ λόγια διδάσκει, ἄνδρας δικαίους, μισοῦντας ὑπερηφανίαν, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι' ἀληθοῦς δόξης ἰόντας.
12.17.1 ιζʹ. ΟΤΙ ΚΑΛΟΝ ΕΞΕΤΙ ΝΕΑΣ ΗΛΙΚΙΑΣ ΤΟΥΣ ΠΑΙ∆ΑΣ ΤΟΙΣ ΤΗΣ
ΘΕΟΣΕΒΕΙΑΣ ΕΘΕΣΙΝ ΕΓΓΥΜΝΑΖΕΙΝ «Λέγω οὖν καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι τοῦτ' αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν παίζοντά τε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν· οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν ἤ τινα οἰκοδόμον τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων οἰκοδομημάτων παίζειν χρή, τὸν δ' αὖ γεωργοῦντα· καὶ ὄργανα ἑκατέρῳ σμικρὰ τῶν ἀληθινῶν μιμήματα παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον· καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα· καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ 12.17.2 ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. κεφάλαιον δὴ παιδείας λέγομεν τὴν ὀρθὴν τροφήν, ἣ τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα ὅτι μάλιστα ἄξει τούτου, ὃ δεήσει γενόμενον ἄνδρα αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς.» 12.17.3 Καὶ τοῦτο προλαβὼν Μωσῆς ἐνομοθέτησεν εἰπών· «Καὶ ἔσται τὰ ῥήματα ταῦτα, ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον, ἐν τῇ καρδίᾳ σου καὶ ἐν τῇ ψυχῇ σου, καὶ προβιβάσεις αὐτὰ τοῖς υἱοῖς σου.» ὃ δὴ καὶ πράττειν σύνηθες παισὶν Ἑβραίων, ἐξ ἁπαλῆς ἡλικίας τοὺς νέους ἅπαντας τοῖς τῆς θεοσεβείας παιδεύμασιν ἀνατρέφουσι· τοῦτο δὲ καὶ εἰς δεῦρο κατά τι πάτριον ἔθος παρὰ τῷ Ἰουδαίων ἔθνει σπουδάζεται.
12.18.1 ιηʹ. ΟΤΙ ΠΑΙ∆ΕΙΑΝ ΗΓΕΙΣΘΑΙ ΧΡΗ ΜΟΝΗΝ ΤΗΝ ΕΙΣ ΑΡΕΤΗΝ
ΠΡΟΑΓΟΥΣΑΝ ΟΥΧΙ ∆Ε ΤΗΝ ΕΙΣ ΧΡΗΜΑΤΙΣΜΟΝ Η ΤΙΝΑ ΒΙΟΠΟΡΙΣΤΙΚΗΝ ΕΠΙΤΗ∆ΕΥΣΙΝ