1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

159

«Μὴ τοίνυν μηδὲ ὃ λέγομεν εἶναι παιδείαν, ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντές τε ἑκάστων τὰς τροφὰς λέγομεν ὡς τὸν μὲν πεπαι δευμένον ἡμῶν ὄντα τινά, τὸν δὲ ἀπαίδευτον, ἐνίοτε εἴς τε τὰς καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων. οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικεν, εἶναι παιδείαν ὁ νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήν τε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειν τε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. 12.18.2 ταύτην τὴν τροφὴν ἀφορισάμενος ὁ λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ' ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν ἤ τινα πρὸς ἰσχὺν ἢ καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης βάναυσόν τε εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἄξιον τὸ παράπαν παιδείαν καλεῖσθαι. 12.18.3 ἡμεῖς δὲ μηδὲν ὀνόματι διαφερώμεθα αὑτοῖς, ἀλλ' ὁ νῦν δὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίνονται καὶ δεῖ δὴ τὴν παιδείαν μηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσι παραγιγνόμενον· καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δέ ἐστιν ἐπανορθοῦσθαι, τοῦτο ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.» 12.18.4 Καὶ ἐν τῷ δευτέρῳ δὲ τῶν Νόμων ἐπιλέγει· «Παιδείαν δὴ λέγω τὴν παραγινομένην πρῶτον παισὶν ἀρετήν· ἡδονὴ δὴ καὶ φιλία καὶ λύπη καὶ μῖσος ἐὰν ὀρθῶς ἐν ψυχαῖς ἐγγίγνωνται μήπω δυναμένων λόγον λαμβάνειν, λαβόντων δὲ τὸν λόγον συμφωνήσωσι τῷ λόγῳ ὀρθῶς εἰθίσθαι ὑπὸ τῶν προσηκόντων ἐθῶν, αὕτη ἔσθ' ἡ συμφωνία ξύμπασα μὲν ἀρετή, τὸ δὲ περὶ τὰς ἡδονὰς καὶ λύπας τεθραμμένον αὐτῆς ὀρθῶς, ὥστε μισεῖν μὲν ἃ χρὴ μισεῖν εὐθὺς ἐξ ἀρχῆς μέχρι τέλους, στέργειν δὲ ἃ χρὴ στέργειν, τοῦτ' αὐτὸ ἀποτεμὼν τῷ λόγῳ καὶ παιδείαν προσαγορεύων κατά γε τὴν ἐμὴν ὀρθῶς ἂν προσαγορεύοις.» 12.18.5 Ταῦτα ὁ Πλάτων. προλαβὼν δὲ αὐτὸν ὁ ∆αβὶδ ἐν ψαλμῳδίαις, μισεῖν ἃ δεῖ μισεῖν καὶ στέργειν διδάσκων ἃ δεῖ στέργειν, τάδε φησί· «∆εῦτε τέκνα ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς. τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς; παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ καὶ χείλη σου τοῦ μὴ λαλῆσαι δόλον. ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον 12.18.6 ἀγαθόν· ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν.» καὶ ὁ Σολομῶν ὁμοίως· «Ἀκούσατε,» φησί, «παῖδες παιδείαν πατρός. δῶρον γὰρ ἀγαθὸν δωροῦμαι ὑμῖν· τῶν ἐμῶν νόμων μὴ ἐπιλανθάνεσθε·» καὶ πάλιν· «Κτῆσαι σοφίαν, κτῆσαι σύνεσιν μὴ ἐπιλάθῃ·» καί· «Εἶπον τὴν σοφίαν σὴν ἀδελφὴν εἶναι, τὴν δὲ φρόνησιν γνώριμον περιποίησαι σεαυτῷ·» καί· «Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθῃς μηδὲ ζηλώσῃς ὁδοὺς παρανόμων.» μυρία δ' ἂν εὕροις ἄλλα τοιαῦτα ἐν τοῖς Ἑβραίων γράμμασι παιδευτικὰ πρὸς εὐσεβείας καὶ ἀρετῆς ἀνάληψιν, νέοις ὁμοῦ καὶ τελείοις τὴν ἡλικίαν προσήκοντα.

12.19.1 ιθʹ. ΟΤΙ ΠΑΡΑΠΛΗΣΙΩΣ ΕΒΡΑΙΟΙΣ ΚΑΙ Ο ΠΛΑΤΩΝ ΕΙΚΟΝΑ ΘΕΙΟΤΕΡΩΝ ΤΑ ΤΗΙ∆Ε ΕΙΝΑΙ Ε∆ΟΞΑΖΕΝ

Τοῦ θείου χρησμοῦ φήσαντος Μωσεῖ· «Ὅρα, ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει» τοῦ τε ἱεροῦ λόγου σαφέστερον εἰπόντος· «Οἵτινες ὑποδείγματι καὶ σκιᾷ ἐλάτρευον τῶν ἐπουρανίων» εἰκόνα τε ἄντικρυς τῶν ἐν νοητοῖς θειοτέρων τὰ παρὰ Μωσεῖ σύμβολα περιέχειν διδάσκοντος, ἐπάκουσον ὅπως καὶ ὁ Πλάτων τὰ ὅμοια διερμηνεύει ἐν ἕκτῳ τῆς Πολιτείας ὧδε γράφων· 12.19.2 «Θεῷ δὴ καὶ κόσμῳ ὅ γε φιλόσοφος ὁμιλῶν κόσμιός τε καὶ θεῖος εἰς 12.19.3 τὸ δυνατὸν ἀνθρώπῳ γίγνεται· διαβολὴ δὲ ἐν πᾶσι πολλή. Παντάπασι μὲν οὖν. Ἂν οὖν τις, εἶπον, αὐτῷ