ὀπίσω· καὶ τοῦτο γέ γονε τρίς. Τίς οὖν ἡ οἰκονομία, καὶ τίνος ἕνεκεν προσ κεκόμικεν ἑαυτὸν ὁ Σωτὴρ, οἱ δὲ κατέπιπτον ἀκούον τες τὸ, "Ἐγώ εἰμι;" Ἵνα δὴ μάθοιεν ὡς οὐκ ἀβούλητον αὐτῷ τὸ παθεῖν· οὐ γὰρ τῆς ἐκείνων ἰσχύος γέγονεν ἀποτέλεσμα, τὸ συλλαβέσθαι Χριστὸν, καὶ προσαγαγεῖν τοῖς ἀνοσίοις καθηγηταῖς, ἀλλ' αὐτὸς ἑαυτὸν δέδωκεν. (A f. 293 b) Φέρε δὲ κἀκεῖνο ζητήσωμεν. Ἆρα ψῆ φος τοῦ Θεοῦ καὶ Πατρὸς, θέλημα δὲ καὶ αὐτοῦ τοῦ Υἱοῦ κέκληκεν αὐτὸν ὡς ἐξ ἀνάγκης εἰς τὸ πάθος; Εἶτα πῶς, εἴπερ ἐστὶν ἀληθὲς, οὐκ ἔδει πάντως καὶ προδότην γενέσθαι τινὰ, παρενεχθῆναι δὲ καὶ εἰς τοῦτο θράσους τὸν Ἰσραὴλ, ὡς καὶ ἀπειθῆσαι Χρι στῷ καὶ ἀτιμάσαι πολυτρόπως, ἐξαρτίσαι δὲ καὶ τὸν ἐπὶ τοῦ ξύλου θάνατον αὐτῷ; Εἶτα, πῶς εὑρίσκεται λέγων· "Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, δι' οὗ ὁ Υἱὸς τοῦ ἀνθρώπου παραδίδοται;" καὶ τὰ ἑξῆς. ∆ιὰ τί δὲ καὶ ἀπόλωλεν ὁ Ἰσραήλ; Ἀλλ' οὐκ ἀδίκως ὁ Θεὸς, αἰσίᾳ δὲ κρίσει ταλαντεύει τὰ καθ' ἡμᾶς. Πῶς οὖν τὸ ἀβούλητον ἐποιήσατο θελητόν; Ἠλέησε μὲν γὰρ ὁ Θεὸς καὶ Πατὴρ τοὺς ἐπὶ τῆς γῆς πεπραχότας ἀθλίως, καὶ ἔπεμψεν ἐξ οὐρανοῦ τὸν Υἱὸν Σωτῆρα καὶ Λυτρωτὴν, ὃς καὶ γέγονεν ἐν ὁμοιώσει τῇ πρὸς ἡμᾶς· ἀλλὰ καί τοι προεγνωκὼς ἃ πείσεται, εἴλετο παθεῖν διὰ τὸ σῶσαι τὴν γῆν, συνευδοκοῦντος αὐτῷ τοῦ Θεοῦ καὶ Πατρὸς διὰ πολλὴν ἡμερότητα καὶ φιλ ανθρωπίαν. Οὐκοῦν ὅσον μὲν ἧκεν εἰς τὴν ἐκ τοῦ παθεῖν ἀδοξίαν, οὐκ ἂν ἠθέλησε παθεῖν· ἐπειδὴ δὲ οὐκ ἐνεδέχετο μὴ παθεῖν, διὰ τὴν Ἰουδαίων ἐπ' αὐτῷ γενομένην ὠμότητα καὶ ἀπείθειαν, ὑπέμεινε σταυ ρὸν, αἰσχύνης καταφρονήσας. 9Ἁψάμενος τοῦ ὠτίου αὐτοῦ ἰάσατο αὐτόν.9 (A f. 294) Ἰάσατο γὰρ θεοπρεπῶς τὸν ὑπομείναν τα τὴν πληγὴν, τοῖς ἀφιγμένοις εἰς τὸ συλλαβεῖν αὐτὸν θεοπρεπὲς καὶ τοῦτο διδοὺς σημεῖον. 9Καθ' ἡμέραν ὄντος μου μεθ' ὑμῶν ἐν τῷ ἱερῷ, οὐκ ἐξετείνατε τὰς χεῖρας ἐπ' ἐμέ.9 (α φ 294 b, B f. 204) Ἆρά γε αἰτιᾶται Χριστὸς τοὺς τῶν Ἰουδαίων καθηγητὰς, ὅτι μὴ πρόωρον αὐτῷ τὴν τοῦ θανάτου πάγην ἐσκεύαζον; Οὐ τοῦτο βούλεται δηλοῦν· ἀλλ' ὅτι Ἐξὸν ὑμῖν καθημέραν ἐν τῷ ἱερῷ διδάσκοντα κατασχεῖν, οὐκ ἐκρατήσατε. Ἐταμιευόμην γὰρ μᾶλλον τὸ παθεῖν ἐν καιρῷ τῷ καθήκοντι· καὶ οὗτός ἐστιν ὁ παρών. Μὴ γὰρ ἀγνοή σητε, φησὶν, ὅτι αὕτη ἐστὶν ὑμῶν ἡ ὥρα καὶ ἡ ἐξουσία τοῦ σκότους· τουτέστιν, ὀλιγοστὸς ἐδόθη ὑμῖν καιρὸς τῆς κατ' ἐμοῦ πλεονεξίας, συνευδοκήσαντος τοῖς ἐμοῖς θελήμασι τοῦ Πατρός. Οὐκοῦν μίαν ὥραν ἔχετε κατ' ἐμοῦ, τουτέστιν ὀλίγον παντελῶς καὶ συν εσταλμένον καιρὸν, τὸν μεταξὺ δηλονότι τοῦ τιμίου 72.928 σταυροῦ, καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως· αὔτη δέ ἐστι καὶ ἡ δοθεῖσα ἐξουσία τῷ σκότει. Σκότος δὲ ὀνο μάζει τὸν Σατανᾶν τοῖς Ἰουδαίοις ὁμοῦ κατεξανα στῆναι Χριστοῦ· ἵν' ὁ μὲν σώσῃ διὰ τοῦ παθεῖν τὴν ὑπ' οὐρανὸν, καὶ ἀναβιῴη τριήμερος, τὸ τοῦ θανάτου πατήσας κράτος, οἱ δὲ δίκην αἰώνιον τίσωσιν ὁμοῦ τῷ προδότῃ.(A f. 294 b) Οὐ τὸ βράδος οὖν αἰ τιᾶται τὸ πρὸς μιαιφονίαν, ἀλλὰ δείκνυσιν ὅτι οὐ τῆς αὐτῶν ἰσχύος ἔργον ἡ σύλληψις, ἀλλὰ τῆς αὐτοῦ βουλήσεως, τὸ ἀβούλητον πάθος οἰκονομικῶς ποιη σαμένου θελητὸν, καὶ τοῦτο καιρῷ τῷ προσήκοντι παραδεξαμένου. Οὐ γὰρ δὴ αἰτιᾶται αὐτοὺς, ὅτι μὴ πρόωρον αὐτῷ τὸ πάθος ἐπήγαγον, ἀλλὰ μᾶλλον ἐλέγχει αὐτοὺς ὡς οἰηθέντας ἀσυνέτως, ἄκοντος αὐ τοῦ περιέσθαι. Τότε μὲν οὖν οὐκ ἐκρατήσατέ μου, φησὶν, οὐ γὰρ ἐβουλόμην· οὐκ ἃν δὲ οὐδὲ εἰς τὸ παρὸν ἰσχύσατε, εἰ μὴ ταῖς ὑμετέραις χερσὶν ἐθελον τὴς ὑπενήνεγμαι. Ὥστε οὐ τῆς Ἰουδαίων ἰσχύος ἔργον ἦν τὸ θανάτῳ περιβαλεῖν τὸν Κύριον· ἀλλὰ τοῖς μὲν ἐκείνων ἀνοσίοις τολμήμασιν ἐπιγράψοι τις ἂν τὸ ἐγχείρημα· τῷ δὲ Σωτῆρι Χριστῷ, τὸ ὑπὲρ πάντων ἐθελῆσαι παθεῖν· ἵνα πάντας ἐξέληται, καὶ ἀγοράσας αἵματι τῷ ἰδίῳ, παραστήσει τῷ Θεῷ καὶ Πατρί. 9Ὁ δὲ ἠρνήσατο αὐτὸν, λέγων· Γύναι, οὐκ οἶδα αὐτόν.9 (A f. 295, E f.155) Ἠσθένησε κατὰ τὴν πρόῤ ῥησιν τοῦ Χριστοῦ ὁ μακάριος Πέτρος, καὶ ἠρνή σατο τὸν τῶν ὅλων Σωτῆρα