160
γλυκύτητος. Εἰ γὰρ μὴ θηρίον ἦν, καὶ λιθίνην εἶχε ψυχὴν, ἱκανὰ ἦν ἐκεῖνα πάντα αὐτὸν ἀπαγαγεῖν τῆς ἀκαίρου μανίας· ἡ τράπεζα, καθ' ἣν ἐκοινώνει τῷ πατρὶ τῶν ἁλῶν, ὁ οἶκος, τὰ συνέδρια, ἔνθα οἱ λόγοι πρὸς αὐτὸν ἐγίνοντο· τὰ ἄλλα πάντα, ἔνθα αὐτῷ κατηλλάγη φόνον τοιοῦτον πεποιηκότι. Μετὰ τούτων καὶ ἕτερα ἦν ἱκανὰ αὐτὸν μαλάξαι. Καὶ γὰρ ἤκουσεν, ὅτι φυγὰς καὶ ἀλήτης περιήρχετο, ὅτι τὰ ἔσχατα ἔπασχε δεινά. Πῶς δὲ οὐκ ἐνενόησεν, ὅτι καὶ νικήσας, πάντων ἀθλιώτερον ἂν ἔζη βίον, ἐναγὴς ὢν καὶ ἀκάθαρτος ἀπὸ τοῦ τροπαίου; καὶ ταῦτα λοιπὸν, γέροντος ὄντος τοῦ πατρὸς, καὶ ἐπὶ θύραις τῆς προσδοκίας οὔσης, οὐκ ἀνέμενε χρόνον ἔτι μικρόν. Ποῦ νῦν εἰσιν οἱ πενίαν ὀδυρόμενοι; πόσης ταῦτα πενίας χαλεπώτερα, πόσης νόσου, πόσης ὀδύνης; Οὐκ εἶπεν οὐδὲν τοιοῦτον πρὸς ἑαυτὸν ὁ δίκαιος οὗτος, οὐδὲ 63.772 ἀπεδυσπέτησε οὐδὲ ἐθρήνησε λέγων· Καλάς γε ἀπολαμβάνω τὰς ἀμοιβάς· ὁ ἐν τῷ νόμῳ αὐτοῦ μελετῶν ἡμέρας καὶ νυκτὸς, ὁ ἐν ἀξιώματι τοιούτῳ πάντων γενόμενος ταπεινότερος, ὁ τῶν ἐχθρῶν φεισάμενος, εἰς χεῖρας ἀκολάστου παιδὸς ἐκδίδομαι. Οὐδὲν τοιοῦτον οὐκ εἶπεν, οὐκ ἐνενόησεν· ἀλλ' ἔφερεν ἅπαντα μετὰ φιλοσοφίας, μίαν μόνον ἔχων παραμυθίαν ἐν τοῖς γινομένοις, τὸ πεπεῖσθαι, ὅτι τοῦ Θεοῦ ταῦτα εἰδότος γίνεται. Καὶ καθάπερ οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ὄντες ἔλεγον· Καὶ ἐὰν μὴ, γνωστὸν ἔστω σοι, βασιλεῦ, ὅτι τοῖς θεοῖς σου οὐ λατρεύομεν, καὶ τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησας οὐ προσκυνοῦμεν. Εἰ δέ τις εἶπε πρὸς αὐτοὺς, Καὶ ποίᾳ ἐλπίδι ἀποθνήσκετε; τί προσδοκῶντες, τί δὲ ἐλπίζοντες μετὰ τὸν θάνατον, μετὰ τὸ πῦρ; οὐδέπω γὰρ τῆς ἀναστάσεως ἦν προσδοκία· ἤκουσεν ἂν παρ' αὐτῶν· ὅτι Αὕτη μεγίστη ἐστὶν ἡμῖν ἀντίδοσις, τὸ διὰ τὸν Θεὸν ἀποθανεῖν. Οὕτω καὶ οὗτος μεγίστην ταύτην ἡγεῖτο αὐτῷ εἶναι παραμυθίαν, τὸ τὸν Θεὸν εἰδότα ταῦτα μὴ κωλύειν. Εἰ γὰρ ἐραστὴς μυριάκις ἂν ἕλοιτο ὑπὲρ ἐρωμένης κατασφαγῆναι, καίτοι οὐδὲν μετὰ θάνατον προσδοκῶν παρ' ἐκείνης· πολλῷ μᾶλλον ἡμᾶς δεῖ μὴ βασιλείας προσδοκίᾳ, μὴ ἄλλῃ τινὶ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι, ἀλλὰ δι' αὐτὸν τὸν Θεὸν ταῦτα πάσχειν· ὅτι αὐτῷ πρέπει δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΚΗʹ. Περὶ ὅρκων.
Μὴ τῆς κατὰ ψυχὴν ἀρετῆς ἀμελῶμεν, ἀγαπητοί. Ποία γὰρ ὀδύνη, εἰπέ μοι,
ὀργὴν ἀφεῖναι τῷ λελυπηκότι; ὀδύνη μὲν οὖν ἐστι τὸ μνησικακεῖν καὶ μὴ καταλλάττεσθαι. Ποῖος πόνος μὴ κακῶς εἰπεῖν μηδένα; ποία δυσκολία ἀπαλλαγῆναι φθόνου καὶ ἔριδος καὶ βασκανίας; ποῖος μόχθος ἀγαπᾷν τὸν πλησίον; ποῖος κάματος μὴ ὀμνύναι; Πολλάκις γὰρ ὑπὸ θυμοῦ καὶ ὀργῆς κατεχόμενοι διωμοσάμεθα μηδέποτε διαλλάττεσθαι τοῖς λελυπηκόσιν, εἶτα τῆς ὀργῆς σβεσθείσης βουληθέντες καταλλαγῆναι, ὑπὸ τῆς ἀνάγκης τῶν ὅρκων ὥσπερ τινὶ παγίδι κατεχόμενοι, τοῦτο ποιῆσαι οὐ βουλόμεθα· ὡς δυοῖν θάτερον πάθοιμεν, ἢ καταλλαγέντες ἐπιορκήσομεν, ἢ μὴ καταλλαγέντες τοῖς τῆς μνησικακίας ἐπιτιμίοις ὑπευθύνους ἑαυτοὺς καταστήσομεν. Πῶς γὰρ οὐκ ἄτοπον, ἱμάτιον μὲν ἔχοντες τῶν λοιπῶν βέλτιον, μὴ ἀνέχεσθαι συνεχῶς αὐτῷ καταχρᾶσθαι, τὸ δὲ τοῦ Θεοῦ ὄνομα πανταχοῦ περισύρειν ἁπλῶς καὶ ὡς ἔτυχεν; Οὐ γὰρ δὴ πᾶν ἁμάρτημα τὴν αὐτὴν φέρει κόλασιν, ἀλλὰ τὰ εὐκατόρθωτα μείζονα ἡμῖν ἐπάγει τὴν τιμωρίαν· οὐδὲ γὰρ οἱ ὀμνύοντες ἔχουσί τινα πρόφασιν προβαλέσθαι. ἀλλὰ καταφρόνησιν μόνον. Καὶ οἶδα μὲν ὅτι ἐπαχθὴς εἶναι δοκῶ λοιπὸν καὶ φορτικὸς τῇ συνεχείᾳ τῆς παραινέσεως δοκῶν ἐνοχλεῖν· ἀλλ' ὅμως οὐκ ἀφίσταμαι, ἵνα κἂν τὴν ἀναισχυντίαν αἰδεσθέντες τὴν ἐμὴν, ἀποστῆτε τῆς πονηρᾶς τῶν ὅρκων συνηθείας. Εἰ γὰρ ὁ δικαστὴς ἐκεῖνος ὁ ἀπηνὴς καὶ ὠμὸς, χήρας ἐνόχλησιν αἰδεσθεὶς, τὸν τρόπον μετέβαλε, πολλῷ μᾶλλον ὑμεῖς τοῦτο ἐργάσεσθε· καὶ μάλιστα, ὅταν ὁ παρακαλῶν ὑμᾶς μὴ ὑπὲρ ἑαυτοῦ, ἀλλ' ὑπὲρ τῆς ὑμετέρας σωτηρίας τοῦτο ποιοῖτο Μᾶλλον δὲ καὶ ὑπὲρ ἐμαυ 63.772 τοῦ οὐκ ἂν ἀρνησαίμην