Χριστὸν, καὶ οὐχ ἅπαξ, ἀλλὰ τρὶς, καὶ ἐνώμοτον ἐποιήσατο τὴν ἄρνησιν· ἔφη γὰρ ὁ Ματθαῖος, ὅτι "Ἤρξατο καταναθεματίζειν καὶ ὀμνύειν ὅτι Οὐκ οἶδα τὸν ἄνθρωπον." Τινὲς μὲν οὖν φασιν ὀμωμοκέναι τὸν μαθητὴν, Οὐκ οἶδα ἄνθρωπον γεγονότα τὸν Ἰησοῦν· τοῦτο δὲ ἄπιστον. Πῶς γὰρ αὐτὸν οὐκ ἠρνήσατο, τῆς μετὰ σαρκὸς οἰκονομίας ἀνατρέπων τὸ μυστήριον; ᾔδει γὰρ καθ' ἡμᾶς γεγο νότα, τουτέστιν ἄνθρωπον, τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον· καὶ γοῦν ὡμολόγησεν ἐναργῶς, ὅτι "Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Καὶ οὐχ ὡς ἕνα τῶν καθ' ἡμᾶς υἱὸν αὐτὸν εἶναι Θεοῦ διαβεβαιού μενος τὰ τοιάδE. f. ησὶν, ἀλλὰ καίτοι τοῖς τῆς ἀνθρω πότητος μέτροις ἐμβεβηκότα θεωρῶν τὸν ἐπέκεινα παντὸς γενητοῦ, καὶ ἐκ τῆς τοῦ Θεοῦ καὶ Πατρὸς οὐσίας ἀναλάμψαντα Λόγον, οὐκ ἀπέσται τοῦ εἰδέναι καὶ ὁμολογεῖν ὡς ἔστιν αὐτὸς Υἱὸς Θεοῦ τοῦ ζῶντος. Καὶ οὐ δήπου φαμὲν ὅτι γέγονεν ἄρνησις, ἵνα μὴ ψεύ σηται Χριστὸς, ἀλλ' ὅτι τὸ ἐσόμενον οὐκ ἠγνοηκὼς, ἀπήγγειλε τῷ μαθητῇ, Ὅτι γὰρ ἀνθρωπίνης μικρο ψυχίας, ὡς ἔφην, γέγονε τὸ κακὸν, καὶ τοῖς τοῦ συνειδότος ἐλέγχοις ὁ μαθητὴς κατεκρίνετο, διδάξει ἂν εὐθὺς καὶ αὐτὸς ὁ θρῆνος, καὶ τὸ ἐπὶ τῇ μεταγνώ σει δάκρυον· "Ἐξελθὼν γὰρ ἔξω, φησὶν, ἔκλαυσε πικρῶς," προσεσχηκότος αὐτῷ τοῦ Χριστοῦ, καὶ τοῦ πρὸς αὐτὸν γεγονότος λόγου καλέσαντος εἰς ἀνάμνη σιν. Ἐπιστρέψας δὲ οὐ διήμαρτε τοῦ σκοποῦ· μεμέ νηκε γὰρ ὅπερ ἦν, γνήσιος μαθητὴς, πεπλουτηκὼς τῆς ἀφέσεως τοῦ πλημμελήματος. 72.929 9Ἐνέπαιζον αὐτῷ, δέροντες.9 (B f. 206, E f.155) Πρέποι ἂν εἰπεῖν τὸ προφητι κὸν ἐκεῖνο· "Ἐξέστη ὁ οὐρανὸς ἐπὶ τούτῳ, καὶ ἔφρι ξεν ἐπὶ πλέον σφόδρα, λέγει Κύριος." Ὁ γῆς τε καὶ οὐρανοῦ Κύριος, ὁ τῶν ὅλων ∆ημιουργὸς καὶ Τεχνί της, ὁ βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων, ὡς εἷς ἐξ ἡμῶν ἀτιμάζεται.(A f. 295 b, E f.155) Βαβαί! Ὁ γῆς καὶ οὐρανοῦ Κύριος ὡς εἷς ἐξ ἡμῶν διακαρτερεῖ τυπτόμενος, καὶ τὸν ἐκ τῶν ἀσεβῶν ὑπομένει γέλωτα, τύπον ἡμῖν τῆς εἰς ἄκρον ἀνεξικακίας παρατιθείς· ὁ γὰρ ἐτάζων καρ δίας, πῶς ἂν ἠγνόησε τίς ἐστιν ὁ παίσας αὐτόν; 9Καὶ ὡς ἐγένετο ἡμέρα, συνήχθη τὸ πρεσβυτέ ριον τοῦ λαοῦ, κ.τ.λ.9 (A f. 295 b, B f. 206, E f.155, δ φ. 76 b) Ἐπειδὴ ἀνισχούσης ἡμέρας, τὸ δυσσεβὲς αὐτῶν συναγήγερτο βουλευτήριον, παρεκομίζετο μὲν εἰς μέσον ἀθέσμως ἐξυβριζόμενος ὁ Μωϋσέως καὶ προφητῶν ∆εσπότης· διεπυνθάνετο δὲ ὁ ὑβριστὴς Ἰουδαῖος, εἰ αὐτός ἐστιν ὁ Χριστός; Ἀλλ' εἴποι τις ἂν πρὸς αὐτούς· Εἰ μὲν ἀγνοῶν ἐρωτᾷς, πῶς οὐκ ἔδει πρὶν ἂν μάθῃς τὸ ἀλη θὲς, κατὰ μηδένα λυπῆσαι τρόπον, μὴ ἄρα πως Θεῷ προσκρούσειας; Εἰ δὲ ὑποπλάττῃ τὴν ἄγνοιαν, εὖ εἰδὼς αὐτὸν ὄντα Χριστὸν, ἀκούσῃ λέγοντος ἱεροῦ Γράμματος· "Θεὸς οὐ μυκτηρίζεται." ∆ιὸ καὶ ὁ Χριστὸς πρὸς αὐτούς· "Ἐὰν ὑμῖν εἴπω," καὶ τὰ ἑξῆς· ποῦ γὰρ ἀκούσαντες ἐπιστεύσατε; ποῦ δὲ ἐρω τώμενοι σεσιγήκατε; Τί δὲ, εἰπέ μοι, πολυπραγμο νεῖς, καὶ παρ' αὐτοῦ μανθάνειν ἀξιοῖς, εἰ αὐτός ἐστιν ὁ Χριστὸς, καίτοι μετὸν εὐκόλως ἀπό τε νόμου καὶ προφητῶν τὴν ἐπ' αὐτῷ γνῶσιν ἑλεῖν; Ἀλλ' ἄπιστοι ὁμολογουμένως καὶ ἀσύνετοι παντελῶς, ὁμοῦ τοῖς ὑπὸ χεῖρα λαοῖς, οἱ τῶν Ἰουδαίων καθηγηταί. Ἐρο-μένοις τοίνυν εἴπερ ἐστὶν ἀληθῶς αὐτὸς ὁ Χριστὸς, καὶ αὐτὸ δὴ τοῦτο μαθεῖν ἐθέλουσιν· "Ἐὰν εἴπω, φησὶν, οὐ μὴ πιστεύσητε· καὶ ἐὰν ἐρωτήσω ὑμᾶς, οὐ μὴ ἀποκριθῆτε." Ποῦ τοιγαροῦν ἀκούοντες οὐ πεπιστεύκασι; Ποῦ δὲ σεσιγήκασιν ἐρωτώμενοι; Ἀνελθὼν Χριστὸς εἰς Ἱεροσόλυμα, εὗρεν ἐν τῷ ἱερῷ τοὺς πωλοῦντας πρόβατα, καὶ βόας, καὶ περιστερὰς, καὶ τοὺς κερματιστὰς καθημένους· καὶ ποιήσας, φησὶν, ὡς φραγέλλιον ἐκ σχοινίων, ἐξέβαλε πάντας ἐκ τοῦ ἱεροῦ, λέγων· "Μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορίου." Ἐπειδὴ τοίνυν ὠνόμαζε Πατέρα τὸν Θεὸν, πρὸς τοῦτο ἀσχάλλοντες οἱ τὰς ἐν τῷ ναῷ τελοῦντες θυσίας, ἐπεπήδων λέγοντες· "Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς;" Καὶ πρός γε ταῦτα Χριστός· "Τὸ βάπτισμα Ἰωάννου, πόθεν