161
«Τοὺς ποιητὰς ἀναγκάζετε λέγειν ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος, ἐάν τε μέγας καὶ ἰσχυρὸς ἐάν τε σμικρὸς καὶ ἀσθενὴς ᾖ καὶ ἐὰν πλουτῇ καὶ μή· ἐὰν δὲ ἄρα «πλουτῇ μὲν Κινύρα 12.21.2 τε καὶ Μίδα μᾶλλον,» ᾖ δὲ ἄδικος, ἄθλιός τέ ἐστι καὶ ἀνιαρῶς ζῇ. καὶ οὔτ' ἂν μνησαίμην, φησὶν ὑμῖν ὁ ποιητής, εἴπερ ὀρθῶς λέγει, οὔτ' ἐν λόγῳ ἄνδρα τιθείμην, ὃς μὴ πάντα τὰ λεγόμενα καλὰ μετὰ δικαιοσύνης πράττοι καὶ κτῷτο, καὶ δὴ καὶ δηίων τοιοῦτος ὢν ὀρέγοιτο ἐγγύθεν ἱστάμενος· ἄδικος δὲ ὢν μήτε τολμῴη «ὁρῶν φόνον αἱματόεντα» μήτε νικῴη «θέων Θρηίκιον Βορέην» μηδὲ ἄλλο αὐτῷ μηδὲν τῶν λεγομένων ἀγαθῶν γίγνοιτό ποτε· 12.21.3 τὰ γὰρ ὑπὸ τῶν πολλῶν λεγόμενα ἀγαθὰ οὐκ ὀρθῶς λέγεται. λέγεται γὰρ ὡς ἄριστον μὲν ὑγιαίνειν, δεύτερον δὲ κάλλος, τρίτον δὲ πλοῦτος· μυρία δὲ ἄλλα ἀγαθὰ λέγεται· καὶ γὰρ ὀξὺ ὁρᾶν καὶ ἀκούειν καὶ πάντα ὅσα ἔχεται τῶν αἰσθήσεων εὐαισθήτως ἔχειν, ἔτι δὲ καὶ τὸ ποιεῖν τυραννοῦντα ὅ τι ἂν ἐπιθυμῇ, καὶ τὸ δὴ τέλος ἁπάσης μακαριότητος εἶναι τὸ πάντα ταῦτα κεκτη12.21.4 μένον ἀθάνατον εἶναι γενόμενον ὅτι τάχιστα. ὑμεῖς δὲ καὶ ἐγώ που τάδε λέγομεν, ὡς ταῦτά ἐστι ξύμπαντα δικαίοις μὲν καὶ ὁσίοις ἀνδράσιν ἄριστα κτήματα, ἀδίκοις δὲ κάκιστα ξύμπαντα, ἀρξάμενα ἀπὸ τῆς ὑγείας. καὶ δὴ καὶ τὸ ὁρᾶν καὶ τὸ ἀκούειν καὶ αἰσθάνεσθαι καὶ τὸ παράπαν ζῆν μέγιστον μὲν κακὸν τὸν ξύμπαντα χρόνον ἀθάνατον ὄντα καὶ κεκτημένον πάντα τὰ λεγόμενα ἀγαθὰ πλὴν δικαιοσύνης τε καὶ ἀρετῆς ἁπάσης, ἔλαττον δέ, ἐὰν ὡς ὀλί12.21.5 γιστον ὁ τοιοῦτος χρόνον ἐπιζῴη. ταῦτα δὴ λέγειν οἶμαι τοὺς παρ' ὑμῖν ποιητάς, ἅπερ ἐγώ, πείσετε καὶ ἀναγκάσετε καὶ ἔτι τούτοις ἑπομένους ῥυθμούς τε καὶ ἁρμονίας ἀποδόντας παιδεύειν οὕτω τοὺς νέους ὑμῶν. ἦ γὰρ ὁρᾶτε; ἐγὼ μὲν γὰρ λέγω σαφῶς τὰ μὲν κακὰ λεγόμενα ἀγαθὰ τοῖς ἀδίκοις εἶναι, τοῖς δὲ δικαίοις κακά· τὰ δὲ ἀγαθὰ τοῖς μὲν ἀγαθοῖς ὄντως ἀγαθά, τοῖς δὲ κακοῖς κακά. ὅπερ οὖν ἠρόμην, ἆρα ξυμφωνοῦμεν ἐγώ τε καὶ ὑμεῖς ἢ πῶς;» 12.21.6 Οὐ πόρρω ταῦτα τυγχάνει τῶν τοῦ ∆αβὶδ ψαλμῶν, οὓς προλαβὼν θείῳ πνεύματι συνέταξε δι' ᾠδῶν καὶ ὕμνων τίς μὲν ὁ ἀληθῶς μακάριος, τίς δὲ ὁ τούτῳ ἐναντίος παιδεύσας. ἐντεῦθεν γοῦν αὐτῷ καὶ κατάρχεται ἡ βίβλος φήσαντι· «Μακάριος ἀνὴρ ὃς οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν» καὶ τὰ ὅμοια. ἃ δὴ μεταβαλὼν ὁ Πλάτων φησὶ δεῖν τοὺς ποιητὰς λέγειν, «ὡς ὁ μὲν ἀγαθὸς ἀνὴρ σώφρων ὢν καὶ δίκαιος εὐδαίμων ἐστὶ καὶ μακάριος· ἐὰν δὲ ἄρα πλουτῇ, 12.21.7 ᾖ δὲ ἄδικος, ἄθλιός ἐστιν.» ὃ καὶ αὐτὸ πάλιν ὁ ∆αβὶδ ὧδέ πως ἐξέδωκε διὰ τῶν ψαλμῶν εἰπών· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ·» καὶ πάλιν· «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ.» ἐπὶ σχολῆς δ' ἂν εὕροις ἕκαστα τῶν εἰρημένων τῷ φιλοσόφῳ πρὸς λέξιν κείμενα δι' ὅλης τῆς ἱερᾶς τῶν ψαλμῶν γραφῆς.
12.22.1 κβʹ. ΟΤΙ ΟΥ ΠΑΝΤΩΝ ΕΣΤΙ ΤΑΣ ΟΡΘΑΣ ΩΙ∆ΑΣ ΚΑΙ ΤΑ ΜΕΛΗ ∆ΥΝΑΣΘΑΙ ΠΟΙΕΙΝ ΑΛΛ' Η ΜΟΝΟΥ ΘΕΟΥ Η ΘΕΙΟΥ ΤΙΝΟΣ ΑΝ∆ΡΟΣ
«Νομοθετικὸν μὲν οὖν καὶ πολιτικὸν ὑπερβαλλόντως. ἀλλὰ δὴ ἕτερα φαῦλα ἂν εὕροις αὐτόθι· τοῦτο δ' οὖν τὸ περὶ μουσικὴν ἀληθές τε καὶ ἄξιον ἐννοίας, ὅτι δυνατὸν ἄρα ἦν περὶ τῶν τοιούτων νομοθετεῖσθαι βεβαίως θαρροῦντα μέλη τὰ τὴν ὀρθότητα φύσει παρεχόμενα. τοῦτο δὲ θεοῦ ἢ θείου τινὸς ἂν εἴη.» 12.22.2 Εἰκότως ἄρα καὶ παρ' Ἑβραίοις νενομοθέτητο μηδὲ ἄλλους ὕμνους καὶ ᾠδὰς ἐν ταῖς θείαις διδασκαλίαις ἀποδέχεσθαι ἢ τὰς ὑπὸ τοῦ θείου πνεύματος διὰ τῶν θείων καὶ προφητῶν ἀνδρῶν πεποιημένας τά τε τούτοις κατάλληλα μέλη τῷ συνήθει παρ' αὐτοῖς ᾀδόμενα τρόπῳ.