1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

161

τοῦτο ποιεῖν· τὰ γὰρ ὑμέτερα ἀγαθὰ ἐμαυτοῦ νομίζω εἶναι κατορθώματα. Εἰ γὰρ μηδὲ γέεννα ἦν μηδὲ κόλασις, ἐγὼ δὲ προσελθὼν ὑμῖν τοῦτο ἐν χάριτος ᾐτησάμην μέρει, ἆρα οὐκ ἂν ἐπενεύσατε; οὐκ ἂν ἐδώκατε τὴν αἴτησιν οὕτω κούφην οὕτως αἰτοῦντι χάριν; ὅταν δὲ ὁ Θεὸς αὐτὴν αἰτῶν ᾖ δι' ὑμᾶς τοὺς διδόντας, οὐ δι' ἑαυτὸν λαμβάνοντα, τίς οὕτως ἀγνώμων, τίς οὕτως ἄθλιος καὶ ταλαίπωρος, ὡς Θεῷ χάριν αἰτοῦντι μὴ δοῦναι; Παρακαλῶ οὖν ὑμᾶς, τὴν κεφαλὴν Ἰωάννου λαβόντας ἀποτετμημένην, καὶ θερμοῦ τοῦ αἵματος ἔτι ἀποστάζουσαν, οὕτως ἀπελθεῖν οἴκαδε ἕκαστον, καὶ νομίζειν πρὸ τῶν ὀφθαλμῶν ὁρᾷν αὐτὴν, φωνὴν ἀφιεῖσαν καὶ λέγουσαν, Μισήσατε τὸν ἐμοῦ σφαγέα, τὸν ὅρκον. Πολλάκις γὰρ τεχνίτης διωμόσατο τῷ μαθητῇ, μὴ πρότερον αὐτὸν ἀφήσειν φαγεῖν καὶ πιεῖν, ἕως τὸ δοθὲν ἔργον ἅπαν ἀνύσει. Τοῦτο δὲ καὶ παιδαγωγὸς πολλάκις πρὸς νέον, καὶ πρὸς θεράπαιναν ἐποίησε δέσποινα· καὶ ἀνάγκη τῆς ἑσπέρας καταλαβούσης, καὶ τοῦ ἔργου μὴ πληρωθέντος ἢ λιμῷ διαφθαρῆναι τοὺς οὐκ ἀνύσαντας, ἢ ἐπιορκῆσαι πάντως τοὺς ὀμόσαντας. Πολλάκις καὶ ἐπὶ τῆς οἰκίας ἀριστοποιουμένων ἡμῶν, καὶ τῶν οἰκετῶν τινος διαμαρτάνοντος, ὤμοσε μαστιγώσειν ἡ γυνή· ἀντώμοσεν ὁ ἀνὴρ τὰ ἐναντία, καὶ ἀνέστη φιλονεικῶν καὶ οὐκ ἐπιτρέπων. Ἐνταῦθα κἂν ὁτιοῦν ποιήσωσιν, ἀνάγκη πάντως ἐπιορκίαν συστῆναι· ὅπερ γὰρ ἂν γένηται, θάτερος αὐτῶν ἐπιορκίᾳ ἁλώσεται, μᾶλλον δὲ ἀμφότεροι πάντως· καὶ πῶς, ἐγὼ λέγω· τοῦτο γάρ ἐστι τὸ παράδοξον. Ὁ ὀμόσας μαστιγώσειν τὸν οἰκέτην ἢ τὴν θεραπαινίδα, εἶτα κωλυθεὶς, αὐτός τε ἐπιώρκησε μὴ ποιήσας ὅπερ 63.773 ὤμοσε, καὶ τῷ κωλύσαντι πάλαι καὶ διακόψαντι τὴν εὐορκίαν, τὸ ἔγκλημα τῆς ἐπιορκίας περιέστησεν. Οὐ γὰρ οἱ ἐπιορκοῦντες μόνον, ἀλλὰ καὶ οἱ ἑτέροις τὴν ἀνάγκην ταύτην ἐφιστῶντες, ὑπεύθυνοι τῶν αὐτῶν ἐγκλημάτων εἰσί. Πῶς γὰρ οὐκ ἄτοπον, οἰκέτην μὲν μὴ τολμᾷν ἐξ ὀνόματος τὸν δεσπότην τὸν ἑαυτοῦ καλεῖν, μηδὲ ἁπλῶς καὶ ὡς ἔτυχε, τὸν δὲ τῶν ἀγγέλων ∆εσπότην ἁπλῶς καὶ μετὰ πολλῆς τῆς καταφρονήσεως πανταχοῦ περιφέρειν; Βούλει μαθεῖν πῶς δυνατὸν ἀπαλλαγῆναι τῆς πονηρᾶς συνηθείας τοῦ ὅρκου; ἐγώ σε διδάξω τρόπον τινὰ, ὃν ἂν ποιήσῃς, περιέσῃ πάντως. Ὅταν γὰρ ἴδῃς σαυτὸν ἢ καὶ ἑτέρους τινὰς ἁλόντας τῷ κακῷ τούτῳ πάθει, καὶ συνεχῶς ὑπομνησθέντας, καὶ οὐ διορθώσαντας, κέλευσον μὴ δειπνήσαντας καθευδῆσαι· καὶ ταύτην καὶ σαυτῷ κἀκείνοις τὴν καταδίκην ἐπίθες· καταδίκην οὐ ζημίαν, ἀλλὰ κέρδος φέρουσαν. Ἡ γὰρ γλῶσσα οὕτω βασανιζομένη διηνεκῶς, καὶ μηδενὸς ὑπομιμνήσκοντος, ἱκανὴν λαμβάνει παράκλησιν· καὶ κἂν ἁπάντων ὦμεν ἀναισθητότεροι, διὰ πάσης ἡμέρας τῷ μεγέθει τῆς βασάνου ταύτης ὑπομιμνησκόμενοι, οὐ δεηθησόμεθα συμβουλῆς ἑτέρας καὶ παραινέσεως. Ὥσπερ γὰρ, φησὶν, οἰκέτης ἐνδελεχῶς ἐξεταζόμενος, ἀπὸ μώλωπος οὐ καθαρισθήσεται· οὕτως ὁ ὀμνύων καὶ ὀνομάζων διαπαντὸς τὸ ὄνομα τοῦ Θεοῦ, ἀπὸ ἁμαρτίας οὐ καθαρισθήσεται. Πείσωμεν τοίνυν ἑαυτοὺς τὴν τῶν ὅρκων φυγεῖν συνήθειαν, καὶ τὴν ἐπὶ τὸ βέλτιον ποιήσασθαι μεταβολήν. Εἰ γὰρ καὶ χθὲς καὶ πρὸ ἐκείνης περὶ ταύτης ὑμῖν διελέχθην τῆς ὑποθέσεως, ἀλλ' οὐδὲ σήμερον ἀποστήσομαι, οὐδὲ τὴν ἐπιοῦσαν, οὐδὲ τὴν μετ' ἐκείνην, ταῦτα συμβουλεύων. Καὶ τί λέγω τὴν αὔριον καὶ τὴν μετ' ἐκείνην; ἕως ἂν ὑμᾶς ἴδω κατορθώσαντας, οὐκ ἀφέξομαι. Τὸ γὰρ συνεχῶς περὶ τὼν αὐτῶν ὑπομιμνήσκειν, οὐ τοῦ λέγοντος, ἀλλὰ τῶν ἀκουόντων ἐστὶν ἔγκλημα διηνεκοῦς δεομένων διδασκαλίας. Τί γὰρ εὐκολώτερον τοῦ μὴ ὀμνύναι; Συνήθειά ἐστι τὸ κατόρθωμα μόνον, οὐκ ἔστι πόνος σώματος. Ὁ προλαβὼν καὶ κατορθώσας ὀνειδιζέτω τῷ λειπομένῳ, ἵνα αὐτὸν τοῖς σκώμμασι διεγείρῃ πλέον· ὁ ὑστερήσας καὶ μηδέπω κατωρθωκὼς βλεπέτω τὸν προλαβόντα, καὶ φιλονεικείτω φθάσαι πρὸς ἐκεῖνον ταχέως. Καὶ μή μοι λεγέτω τις· Τί δὲ, ἐὰν ἀνάγκην ὅρκων τις ἡμῖν ἐπιθῇ; τί δὲ, ἐὰν μὴ πιστεύῃ; Μάλιστα μὲν οὖν, ὅπου παραβαίνεται νόμος, ἀνάγκης μεμνῆσθαι οὐ χρή· μία γάρ ἐστιν ἀνάγκη ἀπαραίτητος, τὸ μὴ προσκροῦσαι