ἧν;" Οἱ δὲ εἶπον· "Οὐκ οἴδαμεν." Ἤρετο δὲ καὶ ἑτέρωθί που, λέγων· "Τί δοκεῖ ὑμῖν περὶ τοῦ Χριστοῦ; τίνος υἱός ἐστιν· Οἱ δὲ εἶπον· Τοῦ ∆αβίδ. Εἶτα πρὸς αὐ τοὺς ὁ Κύριος ἔφη· Πῶς οὖν ∆αβὶδ ἐν πνεύματι Κύ ριον αὐτὸν καλεῖ;" Καὶ πρὸς τοῦτο πάλιν σεσιγή κασι. Καὶ ἑτέρωθι πάλιν εὑρήσεις πολυπραγμονῶν τὰ παραπλήσια ἐν τοῖς θείοις Εὐαγγελίοις. ∆ιὰ τοῦτο οὐδὲν αὐτοῖς ὑποκρίνεται, ἐλέγχει δὲ ἀπίστους ὄντας 72.932 καὶ ἀνηκόους· ἐχρῆν γὰρ, εἴπερ ἐβούλοντο, συνιέναι ὅτι καὶ Κύριός ἐστι τοῦ ∆αβὶδ ὡς Θεὸς, καὶ τοῦ Κυ ρίου καὶ Θεοῦ καὶ Πατρὸς Υἱὸς ὁμοούσιος, καὶ τοῦ ∆αβὶδ υἱὸς κατὰ σάρκα, ἐπεὶ Θεὸς ὢν καὶ Κύριος ἐπέφανεν ἡμῖν καὶ γέγονε καθ' ἡμᾶς ἄνθρωπος, ἐκ σπέρματος ὢν ∆αβὶδ, ἐκ φυλῆς Ἰούδα, κατὰ τὰς Γραφάς. 9Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθ ήμενος ἐκ δεξιῶν δυνάμεως τοῦ Θεοῦ.9 (A f. 295 b) Ἵνα δὲ φορτικωτέραν Ἰουδαίοις ἐργάσηται τὴν ἐπὶ τῷ μὴ θέλειν πιστεῦσαι δίκην, ἐναργῆ τὴν αὑτοῦ καθίστησι δόξαν εἰπών· "Ἀπὸ τοῦ νῦν ἔσται ὁ Υἱὸς τοῦ ἀνθρώπου καθήμενος ἐκ δεξιῶν τῆς δυνάμεως τοῦ Θεοῦ." Ἐμὲ, φησὶ, τὸν ἐν εἴδει τῷ καθ' ὑμᾶς γεγονότα, Υἱὸν φύσει τοῦ Θεοῦ ὄντα, ἐν οὐδενὶ λόγῳ πεποίησθε. Ἐπεὶ οὖν εἰς τοῦτο ἀμαθίας καταβεβηκότες, τὸ αὐτοῦ τε καὶ τὸ ἐμὸν οὐκ ἴστε μυστήριον, καίτοι νομομαθεῖς ὄντες, ἀναγκαίως ἐκεῖ νό φημι, ὅτι τῆς κατ' ἐμοῦ δυσσεβείας βραχὺς ὑμῖν ἐδόθη καιρὸς ὁ μέχρι τοῦ σταυροῦ· μετὰ γὰρ τοῦτο εὐθὺς εἰς τὴν ἐμαυτοῦ παλινδρομήσω τιμὴν, καὶ σύνεδρος ἔσομαι τῷ Θεῷ καὶ Πατρὶ μετὰ σαρκός. Ταῦτα λέγοντος τοῦ Χριστοῦ, τὸ τῶν Φαρισαίων ἀν εκαύθη στίφος εἰς ἀκαθέκτους ὀργάς· ἁρπάζουσι τὴν φωνὴν εἰς πρόφασιν δυσφημίας, οὐδὲ μιᾶς μαρτυρίας ἔτι δεῖσθαί φασιν, ὡς αὐτήκοοι γεγονότες τῶν λόγων αὐτοῦ. Ἀλλ', ὦ πονηροὶ καὶ ἀνόητοι! Ἠξιοῦτε μαθεῖν εἴπερ ἐστὶν αὐτὸς ὁ Χριστός; Ἐδίδαξεν, ὡς φύσει καὶ ἀληθῶς ἐστιν Υἱὸς τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ σὺν αὐτῷ τοὺς τῆς Θεότητος ἔχει θρόνους. Ἐντεῦθεν ἦν μάλιστα μαθεῖν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Τί δήποτε τὴν τῆς σωτηρίας ὁδὸν ὀλέθρου πρόφασιν ἑαυτοῖς ἀπεφήνατε;
ΚΕΦΑΛ. ΚΓʹ.
Ἤγαγον αὐτὸν ἐπὶ Πιλάτον.9 (E f.155 b) Ἐπήγαγον Πιλάτῳ τὸν Ἰησοῦν, παρεδόθησαν καὶ αὐτοὶ ταῖς Ῥωμαίων στρατιαῖς. Καὶ πεπλήρωται τὰ διὰ τῶν ἁγίων προφητῶν ἐπ' αὐτοῖς προεπηγγελμένα· "Οὐαὶ τῷ ἀνόμῳ! πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ συμβήσεται αὐτῷ." Ὁ δὲ, "Κα θὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεταί σοι εἰς κεφαλήν σου." Τί δὲ δὴ καὶ Πιλάτῳ φασί; Τὰς κατὰ τοῦ πάντων Σωτῆρος ἡμῶν Χριστοῦ συντιθέντες συκοφαντίας. 9Τοῦτον εὕρομεν κωλύοντα Καίσαρι φόρους δι δόναι.9 (A f. 296, E f.155 b, δ φ. 77) Καὶ ποῦ κεκώλυκE. f. όρους διδόναι Καίσαρι; Καίτοι πεπόμφατε πρὸς αὐτὸν ἐξ ἑαυτῶν τινας, μετὰ τῶν καλουμένων Ἡρω διανῶν, πειράζοντάς τε καὶ λέγοντας· "∆ιδάσκαλε, ἔξεστι φόρους διδόναι Καίσαρι, ἢ οὔ;" Εἶτα πρὸς τοῦτο Χριστός· "Ἐπιδείξατέ μοι, φησὶ, νόμισμα τοῦ κήνσου·" ἤρετό τε τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφὴν 72.933 τὸ προσοισθὲν δηνάριον; Ὡς δὲ Καίσαρος ἔφασκον· "Ἀπόδοτε, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ." Ποῦ τοιγαροῦν κεκώλυκE. f. όρους δι δόναι Καίσαρι; Ἀλλ' εἷς ἦν αὐτοῖς ὁ σκοπὸς, τὸ κατ αγαγεῖν εἰς θάνατον τὸν ἀναφέροντα πρὸς ζωήν. Πλὴν ἠλέγχοντο καὶ ἀνδρὸς εἰδωλολάτρου γεγονότες δυσσεβέστεροι. Ὁ μὲν γὰρ Πιλάτος παντὸς αἰτιάμα τος ἀπήλλαττε τὸν Ἰησοῦν· καὶ τοῦτο οὐχ ἅπαξ, ἀλλὰ τρίς. Οἱ δὲ ἐπίσχυον λέγοντες· "Ἀνασείει τὸν λαὸν," συκοφαντιῶν ἑτέρας συλλέγοντες ἀφορμάς· καὶ ὅτι μὲν ἐδίδασκε,