162
12.23.1 κγʹ. ΠΕΡΙ ΤΩΝ ∆ΟΚΙΜΑΖΕΙΝ ΟΙΩΝ ΤΕ ΤΑΣ ΚΑΤΑ ΘΕΟΝ ΠΕΠΟΙΗΜΕΝΑΣ ΩΙ∆ΑΣ
«Συγχωρῶ γε τό γε τοσοῦτον καὶ ἐγὼ τοῖς πολλοῖς, δεῖν τὴν μουσικὴν ἡδονῇ κρίνεσθαι, μὴ μέντοι τῶν γε ἐπιτυχόντων, ἀλλὰ σχεδὸν ἐκείνην εἶναι μοῦσαν καλλίστην, ἥτις τοὺς βελτίστους καὶ ἱκανῶς πεπαιδευμένους τέρπει, 12.23.2 μάλιστα δὲ ἥτις ἕνα τὸν ἀρετῇ τε καὶ παιδείᾳ διαφέροντα. διὰ ταῦτα δὲ ἀρετῆς φαμεν δεῖσθαι τοὺς τούτων κριτάς, ὅτι τῆς τε ἄλλης μετόχους αὐ12.23.3 τοὺς εἶναι δεῖ φρονήσεως καὶ δὴ καὶ τῆς ἀνδρείας. οὔτε γὰρ παρὰ θεάτρου δεῖ τόν γε ἀληθῆ κριτὴν κρίνειν μανθάνοντα καὶ ἐκπληττόμενον ὑπὸ τοῦ θορύβου τῶν πολλῶν καὶ τῆς ἑαυτοῦ ἀπαιδευσίας οὔτ' αὖ γιγνώσκοντα δι' ἀνανδρίαν καὶ δειλίαν ἐκ τοῦ αὐτοῦ στόματος, οὗπερ τοὺς θεοὺς ἐπεκαλέσατο μέλλων κρίνειν, ἐκ τούτου ψευδόμενον ἀποφαίνεσθαι ῥᾳθύμως τὴν κρίσιν· οὐ γὰρ μαθητής, ἀλλὰ διδάσκαλος, ὥς γε τὸ δίκαιον, θεατῶν μᾶλλον ὁ κριτὴς καθίζει καὶ ἐναντιωσόμενος τοῖς τὴν ἡδονὴν μὴ προσηκόντως μηδὲ ὀρθῶς ἀποδιδοῦσι θεαταῖς.» 12.23.4 Καὶ παρ' Ἑβραίοις τὸ παλαιὸν οὐ τοῦ πλήθους ἦν τὸ κρίνειν τοὺς ἐκ θείου πνεύματος προφερομένους λόγους καὶ τὰς ἐνθέους ᾠδάς, ἀλλ' ἦσαν βραχεῖς καὶ σπάνιοι, μέτοχοι καὶ αὐτοὶ θείου πνεύματος διακριτικοῦ τῶν λεγομένων, οἷς καὶ μόνοις ἐξῆν ἐγκρίνειν καὶ ἀφιεροῦν τὰς τῶν προφητῶν βίβλους, τὰς δὲ τῶν μὴ τοιούτων ἀποδοκιμάζειν.
12.24.1 κδʹ. ΟΤΙ ΚΑΙ ΕΝ ΤΟΙΣ ΣΥΜΠΟΣΙΟΙΣ ΠΑΡΑΛΗΠΤΕΟΝ ΤΑΣ ΩΙ∆ΑΣ ΩΣΠΕΡ ΤΙΝΑΣ ΝΟΜΟΥΣ ΣΥΜΠΟΤΙΚΟΥΣ
«Καὶ ὅπερ ὁ λόγος ἐν ἀρχαῖς ἐβουλήθη, τὴν τῷ τοῦ ∆ιουνύσου χορῷ βοήθειαν ἐπιδεῖξαι καλῶς λεγομένην, εἰς δύναμιν εἴρηκε. σκοπώμεθα δὴ εἰ τοῦθ' οὕτω γέγονε. θορυβώδης μέν που ὁ ξύλλογος ὁ τοιοῦτος ἐξ ἀνάγκης προϊούσης τῆς πόσεως ἔτι μᾶλλον ἀεὶ ξυμβαίνει γινόμενος, ὅπερ ὑπεθέμεθα κατ' ἀρχὰς ἀναγκαῖον εἶναι γίνεσθαι περὶ τῶν νῦν λεγομένων. Ἀνάγκη. 12.24.2 Πᾶς δέ γε αὐτὸς αὑτοῦ κουφότερος αἴρεται καὶ γέγηθέ τε καὶ παρρησίας ἐμπίπλαται καὶ ἀνηκουστίας ἐν τῷ τοιούτῳ τῶν πέλας, ἄρχων δ' ἱκανὸς ἀξιοῖ αὑτοῦ τε καὶ τῶν ἄλλων γεγονέναι. Τί μήν; 12.24.3 Οὐκοῦν ἔφαμεν, ὅταν γίνηται ταῦτα, καθάπερ τινὰ σίδηρον τὰς ψυχὰς τῶν πινόντων διαπύρους γινομένας μαλακωτέρας γίνεσθαι καὶ νεωτέρας, ὥστ' εὐαγώγους ξυμβαίνειν τῷ δυναμένῳ τε καὶ ἐπισταμένῳ παιδεύειν τε 12.24.4 καὶ πλάττειν, καθάπερ ὅτ' ἦσαν νέαι; τοῦτον δὲ εἶναι τὸν πλάστην τὸν αὐτὸν ὥσπερ τότε, τὸν ἀγαθὸν νομοθέτην, οὗ νόμους εἶναι δεῖ συμποτικούς, δυναμένους τὸν εὔελπιν καὶ θαρραλέον ἐκεῖνον γινόμενον καὶ ἀναισχυντότερον τοῦ δέοντος καὶ οὐ θέλοντα τάξιν καὶ τὸ κατὰ μέρος σιγῆς καὶ λόγου καὶ πόσεως καὶ μούσης ὑπομένειν ἐθέλειν ποιεῖν πάντα τούτοις τἀναντία καὶ εἰσιόντι τῷ μὴ καλῷ θάρρει τὸν κάλλιστον διαμαχόμενον φόβον εἰσπέμπειν οἵους τε εἶναι μετὰ δίκης, ὃν αἰδῶ τε καὶ αἰσχύνην θεῖον φόβον ὠνομάκαμεν. Ἔστι ταῦτα. Τούτων δέ γε τῶν νόμων εἶναι νομοφύλακας καὶ συνδημιουργοὺς αὐτοῖς τοὺς ἀθορύβους καὶ νήφοντας.» 12.24.5 Εἰκότως τοιγαροῦν καὶ ἡμῖν αὐτοῖς ἐν τοῖς συμποσίοις ᾠδὰς καὶ ὕμνους εἰς θεὸν πεποιημένους ᾄδειν παραδέδοται, τοῦ προσήκοντος κόσμου τῶν παρ' ἡμῖν φυλάκων ἐπιμελομένων.