μὲν ξύλον ἑαυτὸν ὀνομάζει, τουτέστι χλωρὸν καὶ ἔγκαρπον καὶ εὐανθές· καρποὶ δὲ ἦσαν αὐτοῦ μυσταγωγίαι, καὶ παραινέσεις, καὶ θεοπρεποῦς ἐξουσίας ἐπιδείξεις, διὰ τῆς ὑπὲρ λόγον θεοσημείας. Ἀλλ' ἐν τούτοις ὄντα ταῖς οὕτω δειναῖς περιβεβλήκασιν ἀτιμίαις οἱ Ῥω μαίων στρατηγοὶ, ἤγουν ὁ κατακρίνας αὐτὸν Πιλάτος. Ὅτε τοίνυν, φησὶ, τοιαῦτα πεπράχασιν εἰς ἐμὲ, τί δράσουσιν ὡς ξηρῷ καὶ ἀκάρπῳ προσπεπολεμηκότες τῷ Ἰσραήλ; Ὄψονται γὰρ ἐπ' αὐτῷ οὐδὲν τῶν τε-θαυμασμένων, ἐφ' οἷς ἦν εἰκὸς τιμῆς καὶ φειδοῦς ἀξιωθῆναι τῆς παρ' αὐτῶν· κατεμπρήσουσι γὰρ αὐτὸν, δηλονότι τῆς εἰς Χριστὸν δυσσεβείας εἰσπρατ τόμενοι δίκας. 9Ἐκεῖ ἐσταύρωσαν αὐτόν.9 (A f. 299 b) Πλὴν ἐσπούδασεν ὁ Κύριος, μήτε δι' ὅλου φανερῶσαι τὴν ἑαυτοῦ θεότητα, μήτε εἰς τὸ παντελὲς ἀποκρύψαι· τὸ μὲν διὰ τοὺς τότε, τὸ δὲ διὰ τοὺς μετὰ ταῦτα· ὥστε δεῖξαι καὶ τῆς θεότητος αὐτοῦ καὶ τῆς ἀνθρωπότητος τρανὰς τὰς ἐνεργείας· ἵνα μήτε ἡ θεία δύναμις ἀμβλυνθῇ, μήτε ἡ ἀνθρωπίνη φύσις ἀπιστηθῇ. Ἐπειδὴ γὰρ ἔμελλεν 72.937 αἵρεσις ἀνακύπτειν, ἡ λέγουσα ὅτι φάντασμα ἦν τὸ σῶμα, καὶ ἐξ οὐρανοῦ κατῆλθεν, οὐ γὰρ ἂν ἔλαβε τοῦ φθαρτοῦ σώματος σάρκα ἡ ἄφθαρτος φύσις, οὐδ' ἂν κατεδέξατο ῥύπον, ἢ μολυσμὸν, ἢ σπῖλον, ἵνα πιστώσηται ὁ Θεὸς τῶν ἀνθρώπων τὸ γένος, ὅτι τοῦτο ἐγένετο ὅ ἐσμεν, μένων ὃ ἦν, διὰ τοῦτο συνεχώρησε τῇ σαρκὶ πάσχειν τὰ ἴδια. Καὶ ἔδειξε διπλῆν τὴν ἐνέργειαν, πάσχων μὲν ὡς ἄνθρωπος, ἐνεργῶν δὲ ὡς Θεὸς ὁ αὐτός· οὐ γὰρ ἄλλος καὶ ἄλλος, εἰ καὶ ἄλλως καὶ ἄλλως. 9Ἐξεμυκτήριζον δὲ καὶ οἱ ἄρχοντες.9 (A f. 303 b) Μάτην μέν τοι αὐτοῦ κατειρωνεύον ται οἱ τῆς Συναγωγῆς ἡγούμενοι, κατασείοντες τὰς κεφαλὰς, καὶ πικρὸν αὐτῷ μειδίαμα καταχέοντες· "Ἄλλους ἔσωσεν, ἑαυτὸν σωσάτω," φασίν. Εἰ ἄλλους ἔσωσε (καὶ οἶσθα τοῦτο κατὰ ἀλήθειαν γεγονὸς), πῶς οὐκ ἂν ἴσχυσε τῶν σῶν ἑαυτὸν ἐξελέσθαι χει ρῶν; 9Ἦν δὲ καὶ ἐπιγραφὴ γεγραμμένη ἐπ' αὐτῷ, κ.τ.λ.9 (δ φ. 79 b) Ἡ ἐν τῷ τίτλῳ προγραφὴ τῆς τοῦ Κυρίου αἰτίας, πρακτικῆς, καὶ φυσικῆς, καὶ θεολο γικῆς φιλοσοφίας ὄντα βασιλέα τὸν σταυρωθέντα σαφῶς καὶ Κύριον ἔδειξεν· Ῥωμαϊστὶ γὰρ, καὶ Ἑλληνιστὶ, καὶ Ἑβραϊστὶ φησὶν ἀναγεγράφθαι τῷ λόγῳ. Νοῶ δὲ διὰ μὲν τοῦ Ῥωμαϊστὶ τὴν πρακτικὴν, ὡς τῆς Ῥωμαίων βασιλείας κατὰ τὸν ∆ανιὴλ ὁρι σθείσης ἀνδρικωτέρας τῶν ἐπὶ γῆς βασιλειῶν· πρα κτικῆς δὲ ἴδιον, εἴπερ τι ἄλλο, ἡ ἀνδρεία. ∆ιὰ δὲ τοῦ Ἑλληνιστὶ, τὴν φυσικὴν θεωρίαν, ὡς μᾶλλον τοῦ Ἑλλήνων ἔθνους, παρὰ τοὺς ἄλλους ἀνθρώπους τῇ φυσικῇ σχολάσαντος φιλοσοφίᾳ. ∆ιὰ δὲ τοῦ Ἑβραϊστὶ τὴν θεολογικὴν μυσταγωγίαν, ὡς τοῦ ἔθνους τούτου προδήλως ἀνέκαθεν τῷ Θεῷ διὰ τοὺς πατέρας ἀνατε θέντος. (A f. 304) Ὁ μὲν εἷς, φησὶ, τῶν λῃστῶν τὰ αὐτὰ τοῖς Ἰουδαίοις ἠρεύγετο· ὅ γε μὴν ἕτερος, ταῖς τοῦ συγκρεμαμένου φωναῖς ἐπετίμα· ὡμολόγησε τὴν ἁμαρτίαν, μεμαρτύρηκε Χριστῷ τὸ ἀνυπαίτιον, πε πίστευκεν εἰς αὐτὸν, βασιλέα ἐκάλει καί τοι σταυ ρούμενον. Ταύτῃτοι τὸν τῶν ἁγίων ἥρπασε κλῆρον. 9Σκότος ἐγένετο ἐφ' ὅλην τὴν γῆν.9 (A f. 306) Ὁ παντὸς ἐπέκεινα γενητοῦ, ὁ σύνεδρος τῷ Πατρὶ, καθῆκεν ἑαυτὸν εἰς κένωσιν, καὶ ἔλαβε δούλου μορφὴν, καὶ τῶν τῆς ἀνθρωπότητος ἠνέσχετο μέτρων, ἵνα πληρώσῃ τὴν ἐπαγγελίαν τὴν τοῖς πα τράσι τῶν Ἑβραίων ἐπηγγελμένην παρὰ Θεοῦ. Οἱ δὲ γεγόνασιν οὕτω σκληροί τε καὶ ἀπειθεῖς ὥστε καὶ ἀντανίστασθαι ∆εσπότῃ. Τὸν γὰρ ἀρχηγὸν τῆς ζωῆς θανάτῳ περιβαλεῖν ἐσπούδασαν, καὶ τὸν Κύριον τῆς δόξης ἐσταύρωσαν· ἐπειδὴ δὲ σταυρῷ παρέδοσαν τὸν τῶν ὅλων ∆εσπότην, ἔδυνεν ὁ ἥλιος ἐπ' αὐτοῖς· συν 72.940 εσκότασε δὲ ἐν ἡμέρᾳ τὸ φῶς, κατὰ τὸν θεῖον Ἀμώς. Γέγονε γὰρ σκότος ἀπὸ ὥρας ἕκτης, ἕως ὥρας ἐνάτης· καὶ τοῦτο τοῖς Ἰουδαίοις σημεῖον ἦν ἐναργὲς τοῦ κατασκοτισθῆναι νοητῶς τὰς τῶν σταυρωσάντων ψυχάς. Πώρωσις γὰρ ἀπὸ μέρους γέγονε τῷ Ἰσραήλ. Ἐπαρᾶται δὲ αὐτοῖς καὶ ∆αβὶδ ἐκ φιλοθεΐας, λέγων· "Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν."