Καὶ αὐτὴ δὲ ἡ κτίσις, τὸν ἑαυτῆς ἐπένθει ∆εσπότην· ὁ μὲν γὰρ ἥλιος ἐσκοτίζετο, διεῤῥήγνυντο δὲ πέτραι, καὶ αὐτὸς δὲ ὁ ναὸς τὸ τῶν πενθούντων ἐπλήρωσε σχῆμα, περιεῤῥηγνυμένου καταπετάσματος ἀπὸ ἄνωθεν ἕως κάτω. Καί τι τοιοῦτον ὑπεσήμαινεν ἡμῖν ὁ Θεὸς διὰ φωνῆς Ἡσαΐου, λέγων· "Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω σάκκον τὸ περιβόλαιον αὐτοῦ." 9Ἰδὼν δὲ ὁ ἑκατόνταρχος τὸ γενόμενον, ἐδόξασε τὸν Θεὸν, κ.τ.λ.9 (A f. 309 b) Ἄθρει δή μοι πάλιν, ὅτι πεπονθὼς ὑπὲρ ἡμῶν τὸ ἐπὶ τοῦ σταυροῦ πάθος, ἤρξατο τοῦ σαγηνεύειν πολλοὺς εἰς ἐπίγνωσιν ἀληθείας. Ὁ γὰρ ἑκατόνταρχος, φησὶν, ἰδὼν τὰ γεγενημένα, ἐδόξαζε τὸν Θεὸν, λέγων, ὅτι "Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν." Ἔτυπτον δὲ καὶ τὰ στήθη τῶν Ἰουδαίων τινὲς, κατανυττόμενοί που πάντως, καὶ τοῖς τῆς διανοίας ὄμμασιν ἀναβλέποντες πρὸς Κύριον, καὶ τάχα που τῆς κατὰ Χριστὸν δυσσεβείας ἀπαλ λάττοντες ἑαυτοὺς, διὰ τοῦ τῶν σταυρωσάντων κατα βοᾷν, εἰ καὶ μὴ ἐμφανῶς διὰ τὴν τῶν ἡγουμένων ἀνοσιότητα. Οὐκοῦν ἀληθὴς ἦν λέγων ὁ Κύριος· "Ὅταν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν." 9Κατηκολούθησαν δὲ καὶ γυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι αὐτῷ ἐκ τῆς Γαλιλαίας, κ.τ.λ.9 (A f. 310 b) Ἠκολούθουν σοφαὶ γυναῖκες τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ, τὰ εἰς πίστιν τὴν ἐπ' αὐτῷ χρήσιμά τε καὶ ἀναγκαῖα συλλέγουσαι. Ἐπειδὴ δὲ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα τὴν ἑαυ τοῦ ἔδωκε σάρκα, ἔδραμον αἱ σοφαὶ πρὸς τὴν τοῦ σώματος θεραπείαν· ᾠήθησαν γὰρ ὅτι ἀπομενεῖ νεκρὸς ἐν μνημείῳ.
ΚΕΦΑΛ. Κ∆ʹ.
Ἐγένετο ἐν τῷ διαπορεῖσθαι αὐτὰς περὶ τού του, κ.τ.λ.9 (A f. 311) Ἀφίκοντο μὲν αἱ γυναῖκες ἐπὶ τὸ μνῆ μα· οὐχ εὑροῦσαί γε μὴν τὸ σῶμα τοῦ Χριστοῦ. ἐγήγερτο γὰρ, εἰς πολλὴν πεπτώκασιν ἀπορίαν. Καὶ 72.941 τί τὸ ἐντεῦθεν; τῆς εἰς Χριστὸν ἀγάπης ἕνεκα, καὶ τῆς εἰς τοῦτο γενομένης σπουδῆς ἠξιώθησαν ἰδεῖν ἁγίους ἀγγέλους· καὶ δὴ καὶ γεγόνασιν αὐταῖς εὐαγγελισταὶ, καὶ τῆς ἀναστάσεως κήρυκες, "Τί ζητεῖτε, φάσκοντες, τὸν ζῶντα μετὰ τῶν νεκρῶν; Οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη." Ζῇ μὲν γὰρ ἀεὶ, καὶ ζωὴ κατὰ φύσιν ἐστὶν ὁ τοῦ Θεοῦ Λόγος· καθεὶς δὲ ἑαυτὸν εἰς κένωσιν, καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν ὑπελθὼν, ἐγεύσατο θανάτου. Ἀλλ' ἦν τοῦτο τοῦ θανάτου θάνατος. Ἐγήγερται τοίνυν ἐκ νεκρῶν, ὁδὸς τῆς εἰς ἀφθαρσίαν ἀναδρομῆς, οὐχ ἑαυτῷ μᾶλλον, ἀλλ' ἡμῖν, γενόμενος· καὶ μηδεὶς ζητείτω τὸν ἀεὶ ζῶντα μετὰ νεκρῶν· οὐκ ἔστι γὰρ ὧδε, τουτέστιν ἐν θανάτῳ καὶ μνήματι. Ποῦ δὲ μᾶλλον; Ἐν οὐρανῷ δηλονότι καὶ ἐν δόξῃ θεοπρεπεῖ. Ἵνα δὲ βεβαιοτέραν αὐταῖς τὴν ἐπὶ τούτοις ἐνιδρύσειαν πίστιν, εἰς μνή μην ἀναφέρουσιν, ὡς ἔφη Χριστὸς, ὅτι χρὴ πάντως αὐτὸν εἰς χεῖρας ἁμαρτωλῶν δοθῆναι καὶ παθεῖν, καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ.(A f. 312) Ἄγγε λοι μέν τοι καὶ τοῖς ποιμέσιν ἐν Βηθλεὲμ τὸν τόκον εὐηγγελίζοντο, καὶ νῦν τὴν ἀνάστασιν. Καὶ λελει τούργηκεν οὐρανὸς τοῖς περὶ αὐτοῦ κηρύγμασι, καὶ περιέπουσι τὸν Υἱὸν ὡς Θεὸν, καὶ ὅτε γέγονε σὰρξ, αἱ τῶν ἄνω πνευμάτων στρατιαί. 9Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου ἀπήγ γειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς.9 (A f. 312) Μυσταγωγηθεῖσαι διὰ φωνῆς ἀγγέλων αἱ γυναῖκες, ἀπαγγέλλουσι ταῦτα δρόμῳ τοῖς μαθη ταῖς. Ἔδει γὰρ γυναιξὶ τὴν οὕτω λαμπρὰν δοθῆναι χάριν· ἡ γὰρ πάλαι γεγενημένη τοῦ θανάτου διάκο νος, ἀπαλλάττεται τῆς αἰτίας, διακονοῦσα φωναῖς ἁγίων ἀγγέλων, καὶ τὸ σεπτὸν τῆς ἀναστάσεως μυ στήριον καὶ πρώτη μαθοῦσα καὶ ἀπαγγέλλουσα. Κεκέρδαγκε [ιτα Cod.] τοίνυν τὸ θῆλυ γένος, καὶ λύσιν ὀνειδισμοῦ καὶ κατάρας ἀνατροπήν. Ὁ γὰρ εἰπὼν πάλαι