πρὸς αὐτάς· "Ἐν λύπαις τέξῃ τέκνα," παῦλαν αὐταῖς δέδωκε τοῦ κακοῦ, συναντήσας αὐταῖς ἐν τῷ κήπῳ, ὥς φησιν ἕτερος εὐαγγελιστὴς, καὶ εἰπών· "Χαίρετε." Πλὴν τοῖς ἁγίοις ἀποστόλοις ὁ περὶ τῆς ἀναστάσεως λόγος ἔδοξεν εἶναι λῆρός τις. ἁπλῶς καὶ πρᾶγμα κατεψευσμένον, διά τοι τὸ μηδὲ αὐτοὺς εἰδέναι τὴν θεόπνευστον Γραφήν. Ἠπίστησαν γοῦν, καὶ τὸ ἀπαγγελθὲν ἔσκωψαν καὶ διέπτυσαν. (δ φ. 81 b) Πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μα ρίας ἀκούσαντες οἱ μαθηταὶ δρομαῖοι ἐλθόντες ἐπὶ τὸ μνημεῖον ἐπίστευσαν; καὶ τοῦτο αὐτοῖς μαρτυρεῖ ἡ Γραφὴ λέγουσα· "Ὅτε οὖν εἰσῆλθον, ὁ ἄλλος μαθητὴς ὁ ἐλθὼν πρῶτος εἰς τὸ μνημεῖον, καὶ εἶδε καὶ ἐπίστευσε." Παρὰ δὲ τῷ Λουκᾷ εἴρηται· "Καὶ ὑποστρέψασαι ἀπὸ τοῦ μνημείου, ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα καὶ πᾶσι τοῖς λοιποῖς (ἦν δὲ ἡ Μαγδαληνὴ Μαρία, καὶ Ἰωάννα, καὶ Μαρία Ἰακώβου, καὶ αἱ λοιπαὶ σὺν αὐταῖς, αἳ ἔλεγον πρὸς τοὺς ἀποστόλους ταῦτα), καὶ ἠπίστουν αὐταῖς. 9Ἰδοὺ δύο ἐξ αὐτῶν ἦσαν πορευόμενοι ἐν αὐτῇ τῇ ἡμέρᾳ εἰς κώμην.9 (δ φ. 82) ∆ύο τῶν μαθητῶν βαδίζοντες εἰς κώ 72.944 μην Ἐμμαοῦν λεγομένην, πρὸς ἀλλήλους ὡς οὐ ζῶντα προσδοκῶντες ἔτι τὸν Χριστὸν, ἀλλ' ὡς ἀν ηρημένου ἀνιώμενοι, ὡμίλουν λέγοντες τὰ περὶ αὐ τοῦ. "Ἐν δὲ τῷ ὁμιλεῖν αὐτοὺς, καὶ αὐτὸς ὁ Ἰησοῦς προσελθὼν συνεπορεύετο αὐτοῖς, μὴ γινωσκόμενος ὑπ' αὐτῶν· ἐκρατοῦντο γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Καί φησιν πρὸς αὐτούς· Τί ποτέ ἐστι ὃ διαλέγεσθε πρὸς ἀλλήλους περιπατοῦν τες σκυθρωποί; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ᾧ ὄνομα Κλεόπας, εἶπε· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ;" καὶ ἑξῆς. Ἔπειτα τὴν φήμην τῆς ἀναστάσεως τὴν διὰ τῶν γυναικῶν, καὶ τὴν διὰ Πέτρου λέγουσι μὲν, οὐ πιστεύουσι δέ. Λέγοντες γάρ· "Καὶ γυναῖκες ἐξέστησαν ἡμᾶς τὸ σῶμα μὴ εὑροῦσαι," οὐχ ἡγοῦντο πρὸς τὸ λεγόμενον ἀληθεύειν, οὐδὲ εὐαγγελισμὸν ἀληθείας, ἀλλ' ὡς ταραχῆς τινος καὶ ἐκστάσεως αἴτιον ὑπέλαβον εἶναι. Καὶ τὴν τοῦ Πέτρου μαρτυρίαν τὰ ὀθόνια μόνον ἐπὶ τοῦ μνήματος ἑωρακότος, οὐ πιστὴν εἶναι περὶ τὴν ἀνάστασιν ἐνόμιζον, ὅτι μὴ αὐτὸν εἶδον, ἔλεγεν, ἀλλ' ἐκ τοῦ μὴ κεῖσθαι τὸ ἀνεστηκέναι αὐτὸν ἐτεκμαίρετο. Ἰστέον δὲ ὅτι οὗτοι τῶν ἑβδομήκοντα ὑπῆρχον, καὶ ὁ μετὰ Κλέοπα ὁ Σίμων ἦν, οὐχ ὁ Πέτρος οὐδὲ ὁ ἀπὸ Κανᾶ, ἀλλ' ἕτερος τῶν ἑβδομήκοντα. Ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, κ.τ.λ.9 (B f. 222) Ἀναγκαίαν ἐν τούτοις δείκνυσιν ὁ Κύριος τὴν τοῦ νόμου πρόοδον, καὶ τὴν τῶν προφητῶν λειτουργίαν, πίστιν ἐπὶ τῷ παραδόξῳ πράγματι προεισαγόντων, ἵν' ἐπιστάσης τῆς ἀναστάσεως οἱ θορυβούμενοι τῷ μεγέθει τοῦ πράγματος ἀναμνησθῶσι τῆς πάλαι προῤῥήσεως, καὶ εἰς τὸ πιστεύειν ἐπιστρέφοιντο. ∆ιὸ παράγει μάρτυρα Μωϋσέα καὶ τοὺς προφήτας, τὸ ἐπικεκρυμμένον ἑρμηνεύων, καὶ τὰ τοῖς ἀναξίοις ἀσαφῆ σαφηνίζων τοῖς ἀξίοις, ἀρχαίαν τε καὶ πάτριον τὴν πίστιν αὐτοῖς ἐντιθεὶς ἐξ ὧν κατεῖχον Γραμμάτων ἱερῶν. Οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ μάταιον, ἀλλὰ τάξις ἁπάντων καὶ χρεία τῶν καθέκαστον· ἐν τάξει προαπεστέλλοντο δοῦλοι, καὶ προῳκονόμουν τῇ τοῦ ∆εσπότου παρουσίᾳ, ἀναγ καίαν τὴν προφητείαν εἰς τὴν πίστιν ἀνθρώποις προεισάγοντες· ἵν' ὥσπερ θησαυρὸς βασιλέως ἐν καιρῷ προβληθείη τὰ προειρημένα ἐξ ἀποκρύφου τῆς πρότερον ἀσαφείας, εἰς τοὐμφανὲς διὰ τῆς σαφη νείας, ἀποκαλυπτόμενα. Οὕτω δὴ προϋποκινήσας αὐτοὺς διὰ τῶν νομικῶν καὶ προφητικῶν Γραμμά των, μετὰ ταῦτα ἐμφανέστερον ἤδη καθίστησιν ἑαυτὸν, ἀξιώσασιν οὖν ἐλθεῖν εἰς τὴν κώμην, ὅτε λαβὼν τὸν ἄρτον εὐλογήσας, καὶ κλάσας ἐπεδίδου· "Ἐκρατοῦντο γὰρ, φησὶν, οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ γνῶναι αὐτὸν," ἕως οὗ δηλονότι ὁ λόγος εἰσέλθῃ κινῶν τὴν καρδίαν εἰς τὴν πίστιν, ἔπειτα οὕτω και ρίαν τὴν ὄψιν ἐπὶ τῇ ἀκοῇ παραστήσῃ, τὸ προ ακουσθὲν καὶ πιστωθὲν ἐμφανὲς καθιστάς. Οὐ μὲν συμπαραμένει γε αὐτοῖς· "Καὶ αὐτὸς γὰρ, φησὶν, ἄφαντος ἐγένετο ἀπ' αὐτῶν." Οὐκ ἔστι γὰρ μετὰ τὴν