ἀνάστασιν τὰ τοῦ Κυρίου τοιαῦτα πρὸς τοὺς ἀνθρώπους οἷα τὰ πρότερον, ὅτι καὶ αὐτοῖς ἀνακαι νώσεως ἔδει, καὶ δευτέρας ζωῆς τῆς κατὰ Χριστὸν, 72.945 ἵνα καινοὶ καινῷ συνῶσιν, καὶ ἄφθαρτοι πλησιάζωσιν ἀφθάρτῳ. ∆ιὸ καὶ τὴν Μαρίαν ἐκώλυσεν ἐφάψασθαι αὐτοῦ, καθά φησιν Ἰωάννης, ἕως ἂν ἀπελθὼν ἀφ ίκηται. 9Ἀναστάντες αὐτῇ τῇ ὥρᾳ, κ.τ.λ.9 (δ φ. 83) Ἀναστάντες, φησὶν, οἱ περὶ Κλεόπαν αὐτῇ τῇ ὥρᾳ, τουτέστιν, ἐν ᾗ ἄφαντος ἀπ' αὐτῶν ἐγένετο ὁ Ἰησοῦς, ἐπέστρεψαν εἰς Ἱερουσαλήμ. Οὐκ ἐν αὐτῇ δὲ τῇ ὥρᾳ, φησὶν, εὗρον τοὺς ἕνδεκα συνηθροισμένους, καὶ ἀπήγγειλαν τὰ κατὰ τὸν Ἰησοῦν, ἀλλὰ τῇ τεσσαρακοστῇ ἡμέρᾳ τῆς αὐτοῦ ἀναστάσεως, ὅτε καὶ ἀνελήφθη. Τὰ τοίνυν ἐν ταῖς μεταξὺ τῶν ἡμερῶν τούτων γενόμενα, παρῆκεν ὁ οὗτος ἄπερ οἱ περὶ Κλεόπαν διηγουμένους εὗρον τοὺς ἕνδεκα καταμόνας λέγοντας, ὅτι ἠγέρθη ὁ Κύ ριος καὶ ὤφθη Σίμωνι· περὶ οὗ οὐκ ἐμνήσθη ποῦ ἢ πότε ἢ πῶς ὤφθη. Ἐν ταύταις οὖν ταῖς ἡμέραις καὶ τὰ κατὰ τὴν Γαλιλαίαν πέπρακται, περὶ ὧν ἐμνήσθη ὁ Ματθαῖος. 9Αὐτὸς ὁ Ἰησοῦς ἔστη ἐν μέσῳ αὐτῶν.9 (A f. 317, δ φ. 83 b) Νῦν δὲ τῆς ἀκολουθίας ἐχόμενοι, φαμὲν, ὅτι ἤδη πολλαχόθεν τοῦ λόγου τῆς ἀναστάσεως περιθέοντος τοὺς ἀποστόλους, καὶ τοῦ πόθου πρὸς τὴν ὄψιν ἐγηγερμένου, ποθούμενος ἔρχεται, καὶ ζητοῦσι καὶ προσδοκῶσιν ἐμφανίζεται καὶ ἀποκαλύπτεται· πλὴν οὐκέτι κρατουμένοις ὀφθαλμοῖς ἐπιφαίνεται, οὐκέτι ὡς περὶ ἑτέρου διαλέγεται, ἀλλ' ἐμφανῆ ἑαυτὸν δίδωσι καὶ θαῤῥεῖν παρακελεύεται. Οἱ δὲ καὶ οὕτως εἰσὶν ἀμφίβολοι καὶ δεδίασιν· ᾤοντο γὰρ οὐκ αὐτὸν βλέπειν, φάσμα δέ τι καὶ σκιάν. Εἶτα, καὶ τὸν ἐκ τῶν τοιούτων λογισμῶν κατευνάζει θόρυβον, τὸ ἐντριβὲς αὐτοῖς καὶ οὐκ ἄηθες ἐπι-φθεγξάμενος ῥῆμα. Ἔφη γάρ· "Εἰρήνη ὑμῖν." 9Εἶπεν αὐτοῖς· Τί τεταραγμένοι ἐστὲ, καὶ διὰ τί διαλογισμοὶ ἀναβαίνουσιν ἐν ταῖς καρδίαις ὑμῶν;9 (A f. 317 b, E f.159, δ φ. 83 b) Ἵνα βεβαίως καὶ ἐνδοιασμοῦ δίχα πιστεύσειαν αὐτὸν ἐκεῖνον ὄντα τὸν πεπονθότα, διαδείκνυσιν εὐθὺς, ὅτι Θεὸς ὢν φύσει, γινώσκει τὸ κεκρυμμένον, καὶ τὸν ἐν αὐτοῖς τῶν ἐννοιῶν οὐκ ἠγνόησε θόρυβον. Ἔφη γάρ· "Τί τεταραγμένοι ἐστέ;" Ἀπόδειξις αὕτη καὶ μάλα σαφὴς τοῦ μὴ ἕτερον εἶναί τινα τὸν ὁρώμενον, ἀλλ' ἐκεῖνον αὐτὸν, ὃν καὶ τεθέανται τὸν ἐπὶ ξύλου παθόντα θά 72.948 νατον καὶ τεθειμένον ἐν μνημείῳ, ὃς καὶ νεφροὺς ὁρᾷ καὶ καρδίαν, καὶ οὐκ ἂν αὐτὸν λάθοι τῶν ἐν ἡμῖν οὐδέν. Σημεῖον οὖν ἄρα ποιεῖται τὸ χρῆμα, τὸ εἰδέναι φημὶ τὸν τῶν ἐν αὐτοῖς ἐννοιῶν θόρυβον. Πιστούμενος δὲ καὶ ἑτέρως, ὅτι καὶ νενίκηται θάνατος, καὶ ἀπεδύσατο τὴν φθορὰν ἡ ἀνθρώπου φύσις ὡς ἐν αὐτῷ καὶ πρώτῳ, δείκνυσι τὰς χεῖράς τε καὶ τοὺς πόδας, καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει καὶ πληροφορεῖσθαι διὰ τρόπου παντὸς, ὅτι τὸ πεπονθὸς, ὡς ἔφην, ἐγήγερται σῶμα. Οὐκοῦν συκοφαντείτω μηδεὶς τὴν ἀνάστασιν. Κἂν ἀκούσῃς τοῦ ἱεροῦ Γράμματος λέγοντος περὶ τοῦ ἀνθρωπίνου σώματος· "Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν," μὴ ἀνέλῃς τῶν ἀνθρωπίνων σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν. Ὥσπερ γὰρ ψυχικόν ἐστι τὸ ταῖς ψυχικαῖς ἤγουν σαρκικαῖς ἐπιθυμίαις ἀκολουθοῦν καὶ ὑπεζευγμένον, οὕτω καὶ πνευματικὸν τὸ τοῖς τοῦ ἁγίου Πνεύματος θελήμασιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλ' ἀπρακτήσει παντελῶς τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέν τοι τὸ κατενεχθὲν εἰς τὴν γῆν, τὴν ἀφθαρσίαν ἐνδύσεται. (A f. 318, B f. 224, γ φ. 117 b) Ἵνα τοίνυν αὐτὸ τοῦτο εἰδεῖεν σαφῶς οἱ μαθηταὶ, ὅτι αὐτὸς ἐκεῖνός ἐστιν ὁ παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς, δείκνυσιν, ὡς ἔφην, πόδας τε καὶ χεῖρας. Καὶ ὅτι μὴ καθάπερ ᾤοντο πνεῦμα μᾶλλόν ἐστιν, ἀλλὰ σῶμα κατὰ τὸ ἀληθὲς, πληροφορεῖσθαι προστάττει λέγων· "Καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα." Σκιὰ γὰρ καὶ πνεῦμα καὶ δόκησις ἁπλῶς, οὐκ ἂν ὑπομείνῃ τὴν χειρὸς ἀφήν. (A f. 319, B f. 224, γ φ. 117 b) Ἀλλ' ὅπερ ἐλέγομεν, δείξας τὰς