167
σοφίαι ἐν μὲν πολιτικαῖς δυναστείαις γιγνόμεναι φορτικαί, ἐν δὲ τέχναις βάναυσοι. τῷ οὖν ἀδικοῦντι καὶ ἀνόσια λέγοντι ἢ πράττοντι μακρῷ ἄριστ' ἔχει τὸ μὴ συγχωρεῖν δεινῷ ὑπὸ πανουργίας εἶναι. 12.29.18 ἀγάλλονται γὰρ τῷ ὀνείδει καὶ οἴονται ἀκούειν ὅτι οὐ λῆροί εἰσι, γῆς ἄλλως ἄχθη, ἀλλ' ἄνδρες οἵους δεῖ ἐν πόλει τοὺς σωθησομένους. λεκτέον οὖν τἀληθές, ὅτι τοσούτῳ μᾶλλόν εἰσιν οἷοι οὐκ οἴονται, ὅτι οὐχὶ οἴονται. ἀγνοοῦσι γὰρ ζημίαν ἀδικίας, ὃ δεῖ ἥκιστα ἀγνοεῖν. οὐ γάρ ἐστιν ἣν δοκοῦσι, πληγαί τε καὶ θάνατοι, ὧν ἐνίοτε πάσχουσιν οὐδὲν ἀδικοῦντες, ἀλλὰ ἣν ἀδύνατον ἐκφυγεῖν. 12.29.19 Τίνα δὴ λέγεις; Παραδειγμάτων, ὦ φίλε, ἐν τῷ ὄντι ἑστώτων, τοῦ μὲν θείου εὐδαιμονεστάτου, τοῦ δὲ ἀθέου ἀθλιωτάτου, οὐχ ὁρῶντες, ὅτι οὕτως ἔχει, ὑπὸ ἠλιθιότητός τε καὶ τῆς ἐσχάτης ἀνοίας λανθάνουσι τῷ μὲν ὁμοιούμενοι διὰ τὰς ἀδίκους πράξεις, τῷ δὲ ἀνομοιούμενοι· οὗ δὴ τίνουσι δίκην, ζῶντες τὸν εἰκότα 12.29.20 βίον ᾧ ὁμοιοῦνται. ἐὰν δ' εἴπωμεν ὅτι, ἂν μὴ ἀπαλλαγῶσι τῆς δεινότη τος, καὶ τελευτήσαντας αὐτοὺς ἐκεῖνος μὲν ὁ τῶν κακῶν καθαρὸς τόπος οὐ δέξεται, ἐνθάδε δὲ τὴν αὑτοῖς ὁμοιότητα τῆς διαγωγῆς ἀεὶ ἕξουσι, κακοὶ κακοῖς συνόντες, ταῦτα δὴ καὶ παντάπασιν ὡς δεινοὶ καὶ πανοῦργοι ἀνοήτων τινῶν ἀκούσονται. 12.29.21 Καὶ μάλα δή, ὦ Σώκρατες. Οἶδά τοι, ὦ ἑταῖρε. ἓν μέντοι τι αὐτοῖς συμβέβηκεν, ὅταν ἰδίᾳ λόγον δέῃ δοῦναί τε καὶ δέξασθαι περὶ ὧν ψέγουσι καὶ ἐθελήσωσιν ἀνδρικῶς πολὺν χρόνον ὑπομεῖναι καὶ μὴ ἀνάνδρως φυγεῖν, τότε ἀτόπως, ὦ δαιμόνιε, τελευτῶντες οὐκ ἀρέσκουσιν αὐτοὶ αὑτοῖς περὶ ὧν λέγουσι καὶ ἡ ῥητορικὴ ἐκείνη πως ἀπομαραίνεται, ὥστε παίδων μηδὲν δοκεῖν διαφέρειν.»
12.30.1 λʹ. ΠΕΡΙ ΠΑΣΗΣ ΤΗΣ ΕΝ ΑΝΘΡΩΠΟΙΣ ΣΟΦΙΣΤΕΙΑΣ Καὶ παρ' ἡμῖν περὶ πάσης τῆς ἐν ἀνθρώποις σοφιστείας εἴρηται· «Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ θεῷ ἐστι. γέγραπται γάρ· Ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν ἀθετήσω. ποῦ σοφός; ποῦ 12.30.2 γραμματεύς; ποῦ συζητητὴς τοῦ αἰῶνος τούτου;» ἀλλὰ καὶ περὶ τοῦ δεῖν μηδὲν σμικρολόγον φρονεῖν τοὺς κατὰ θεὸν φιλοσοφοῦντας διδασκόμεθα ἐν οἷς εἴρηται· «Σκοπούντων ἡμῶν οὐ τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα· 12.30.3 τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια.» καὶ περὶ τοῦ τὴν κακίαν περὶ γῆν καὶ τὸν θνητὸν βίον εἰλεῖσθαί φησί που ὁ θεῖος λόγος· «Ἐξαγοραζόμενοι τὸν καιρόν, ὅτι αἱ ἡμέραι πονηραί εἰσι·» καί· «Ἀρκετὸν τῇ ἡμέρᾳ ἡ κακία αὐτῆς.» λέγει δὲ καὶ ὁ προφήτης· «Ἀρὰ καὶ κλοπὴ καὶ μοι12.30.4 χεία καὶ φόνος κέχυται ἐπὶ τῆς γῆς, καὶ αἵματα ἐφ' αἵμασι μίσγουσι.» περὶ δὲ τοῦ φεύγειν ἐνθένδε παρὰ τὸν θεόν φησιν ὁ Μωσῆς· «Ὀπίσω κυρίου τοῦ θεοῦ σου πορεύσῃ καὶ πρὸς αὐτὸν κολληθήσῃ.» ὁ δ' αὐτὸς μιμεῖσθαι τὸν θεὸν διδάσκει λέγων· «Ἅγιοι ἔσεσθε, ὅτι κύριος ὁ θεὸς ἡμῶν ἅγιός ἐστι.» 12.30.5 δίκαιον δὲ καὶ ὁ ∆αβὶδ τὸν θεὸν εἰδὼς ἡμᾶς τε αὐτοὺς μιμητὰς γενέσθαι παρορμῶν φησι· «∆ίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν.» ὁ δ' αὐτὸς πλούτου καταφρονεῖν ἐπαίδευσε λέγων· «Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρδίᾳ·» καί· «Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ· ὅτι οὐκ ἐν τῷ ἀποθνήσκειν αὐτὸν λήψεται τὰ πάντα 12.30.6 οὐδὲ συγκαταβήσεται αὐτῷ ἡ δόξα αὐτοῦ.» ἀλλὰ μηδὲ τὰς ἐν ἀνθρώποις ἀρχὰς θαυμάζειν ἐδίδασκεν ἐν τούτοις· «Μὴ πεποίθατε ἐπ' ἄρχοντας, ἐφ' υἱοὺς ἀνθρώπων, οἷς οὐκ ἔστι σωτηρία. ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ καὶ ἀπελεύσεται εἰς τὴν γῆν αὐτοῦ· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ ἀπολοῦνται πάντες οἱ διαλογισμοὶ αὐτοῦ.»