χεῖρας καὶ τοὺς πόδας τοῖς μαθηταῖς ὁ Κύριος, ἐπληροφόρησεν αὐτοὺς, ὅτι τὸ παθὸν ἀνέστη σῶμα· ἵνα δὲ πρὸς τούτοις καὶ ἔτι μειζόνως ἱδρυμένην αὐτοῖς ἐργάσηται τὴν ἐπὶ τούτῳ πίστιν, ᾔτησέ τι τῶν ἐδωδίμων· ὀπτοῦ δὲ ἰχθύος μέρος ἦν. Καὶ λαβὼν, κατεδήδοκεν ὁρώντων αὐτῶν· τοῦτο γὰρ δι' οὐδὲν ἕτερον ἔπραξεν, ἢ ἵνα δείξῃ σαφῶς ὡς αὐτός ἐστιν ἀναστὰς ἐκ νεκρῶν, ὁ καὶ πρὸ τούτου καὶ παρὰ πάντα τὸν καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς καὶ συναναστρεφόμενος ἀνθρωπίνως κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἵν' οὖν εἰδεῖεν ὅτι σῶμα μὲν τὸ ἀνθρώπινον, δέοιτο ἂν τῆς τοιᾶσδε τροφῆς, πνεῦμα δὲ οὐκέτι. Τίς οὖν ἀξιῶν πιστὸς εἶναι, καὶ τῶν ἁγίων εὐαγγελιστῶν τὴν μαρτυρίαν ἀναμφιβόλως δεχόμενος, ἔτι πλασμάτων ἀκούσειεν αἱρετικῶν, ἔτι δοκησισόφων ἀνάσχοιτο; Νικᾷ γὰρ ἀνθρωπίνην ἐξέτασιν, καὶ τὴν ἐκ τῶν συνήθων πραγμάτων ἔννοιαν, ἡ τοῦ Χριστοῦ δύναμις. Ἔφαγεν ἰχθύος μέρος, διὰ τὴν ἀνάστασιν· καὶ τὸ τῇ βρώσει ἀκολουθοῦν, οὐκέτι ἐπὶ Χριστοῦ ἠκολούθησεν, ὅπερ ἄπιστος ἄν τις ἐπιζητοίη, εἰδὼς ὅτι τὰ εἰσιόντα εἰς τὸ στόμα, πάντως ἐκχωροῦσι καὶ εἰς ἀφεδρῶνα βάλλονται. Ἀλλ' οὐχ ὅ γε πιστὸς, εἰς ἔννοιαν τοιοῦτόν τι λήψεται, ἀλλὰ δυνάμει Θεοῦ δώσει τὸ πρᾶγμα. 72.949 9Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, κ.τ.λ.9 (A f. 319 b) Ὅτε τὸν λογισμὸν αὐτῶν, δι' ὧν εἶπε, δι' ὧν ἐψηλαφήθη, δι' ὧν ἔφαγεν, εἰρήνευσε, τότε διήνοιξε τὸν νοῦν τοῦ συνιέναι ὅτι οὕτως ἔδει παθεῖν αὐτὸν, δῆλον δὲ ὅτι διὰ ξύλου σταυροῦ. Ἀποφέρει τοίνυν τοὺς μαθητὰς ὁ Κύριος, εἰς ἀνάμνησιν ὧν ἔφη. Προαπήγγειλε γὰρ αὐτοῖς τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καθ' ἃ φθάσαντες ἔφασαν οἱ προφῆται. Ἀνοίγνυσι δὲ καὶ τοὺς τῆς καρδίας αὐτῶν ὀφθαλμοὺς, ὥστε συνιέναι τὰ πάλαι προειρημένα.(A f. 320) Πνεύματος ἁγίου κάθοδον, ὃ διὰ Ἰωὴλ ὁ Θεὸς προεπηγγείλατο, τοῖς μαθηταῖς ὁ Σωτὴρ ἐπαγγέλλεται καὶ τὴν ἐξ ὕψους δύναμιν, ἵν' εἶεν εὐσθενεῖς καὶ ἀκα-ταγώνιστοι, καὶ δίχα παντὸς δέους διακηρύξειαν τοῖς ἁπανταχοῦ τὸ θεῖον μυστήριον.(δ φ. 83) Λαβοῦσι Πνεῦμα, λέγει· "Λάβετε Πνεῦμα ἅγιον," μετὰ τὴν ἀνάστασιν· καί φησιν· "Ὑμεῖς δὲ καθίσατε εἰς Ἱεροσόλυμα, καὶ παραμείνατε τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ·" οὐκέτι ὕδατι, ἔλαβον γὰρ, ἀλλὰ Πνεύματι ἁγίῳ· οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλὰ ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ.(B f. 226, E f.159 b, γ φ. 119 b) Εὐλογήσας αὐτοὺς καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος ᾖ τῷ Πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. Καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ Λόγος. Ἥξει δὲ πάλιν κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων, καὶ παρα-λήψεται ἡμᾶς μεθ' ἑαυτοῦ. ∆οξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι' ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ λύσαντα τὴν φθοράν. Τὸν ἀναληφθέντα, καὶ μετὰ τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ∆ι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ Θεῷ ἡ δόξα καὶ τὸ κράτος σὺν Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.