168
12.31.1 λαʹ. ΟΤΙ ∆ΕΗΣΕΙ ΠΟΤΕ ΤΩΙ ΨΕΥ∆ΕΙ ΑΝΤΙ ΦΑΡΜΑΚΟΥ ΧΡΗΣΘΑΙ ΕΠ' ΩΦΕΛΕΙΑ ΤΩΝ ∆ΕΟΜΕΝΩΝ ΤΟΥ ΤΟΙΟΥΤΟΥ ΤΡΟΠΟΥ
«Νομοθέτης δὲ οὗ τι καὶ σμικρὸν ὄφελος, εἰ καὶ μὴ τοῦτο ἦν οὕτως ἔχον, ὡς καὶ νῦν αὐτὸ ᾕρηχ' ὁ λόγος ἔχειν, εἴπερ τι καὶ ἄλλο ἐτόλμησεν ἂν ἐπ' ἀγαθῷ ψεύδεσθαι πρὸς τοὺς νέους, ἔστιν ὅ τι τούτου ψεῦδος λυσιτελέστερον ἂν ἐψεύσατό ποτε καὶ δυνάμενον μᾶλλον ποιεῖν μὴ βίᾳ, ἀλλ' ἑκόντας πάντας πάντα τὰ δίκαια; Καλὸν μὲν ἡ ἀλήθεια, ὦ ξένε, καὶ μόνιμον· ἔοικε μὴν οὐ ῥᾴδιον εἶναι πείθειν.» 12.31.2 Μυρία δ' ἂν εὕροις τοιαῦτα καὶ ἐν ταῖς Ἑβραίων γραφαῖς, ὡς ἂν περὶ θεοῦ ζηλοῦντος ἢ ὑπνοῦντος ἢ ὀργιζομένου ἤ τισιν ἄλλοις ἀνθρωποπαθέσιν ἐνεχομένου, ἐπ' ὠφελείᾳ τῶν δεομένων τοῦ τοιοῦδε τρόπου παρειλημμένα.
12.32.1 λβʹ. ΟΤΙ ΜΗ ΜΟΝΟΝ ΑΝ∆ΡΑΣ ΑΛΛΑ ΚΑΙ ΓΥΝΑΙΚΑΣ ΚΑΙ ΠΑΝ ΓΕΝΟΣ ΑΝΘΡΩΠΩΝ ΠΡΟΣΙΕΣΘΑΙ ΧΡΗ ΕΙΣ ΤΗΝ ΠΡΟΕΙΡΗΜΕΝΗΝ ΠΑΙ∆ΕΙΑΝ
«Ἆρ' οὖν ἡμῖν τά γε ἔμπροσθεν ὁμολογεῖται; Τοῦ πέρι; Τὸ δεῖν πάντα ἄνδρα καὶ παῖδα, ἐλεύθερον καὶ δοῦλον, θῆλύν τε καὶ ἄρρενα καὶ ὅλῃ τῇ πόλει ὅλην τὴν πόλιν αὐτὴν ἑαυτῇ ἐπᾴδουσαν μὴ παύεσθαί ποτε ταῦτα ἃ διεληλύθαμεν, ἁμωσγέπως ἀεὶ μεταβαλλόμενα καὶ πάντως παρεχόμενα ποικιλίαν, ὥστ' ἀπληστίαν εἶναί τινα τῶν ὕμνων τοῖς ᾄδουσι καὶ ἡδονήν. Πῶς δ' οὐκ ἂν ὁμολογοῖτ' ἂν δεῖν ταῦτα οὕτω πράττεσθαι;» 12.32.2 Καὶ ἐν τῷ πέμπτῳ δὲ τῆς Πολιτείας ὅμοια τούτοις γράφει τάδε λέγων· «Οἶσθά τι οὖν ὑπ' ἀνθρώπων μελετώμενον, ἐν ᾧ οὐ πάντα ταῦτα τὸ τῶν ἀνδρῶν γένος διαφερόντως ἔχει ἢ τὸ τῶν γυναικῶν; ἢ μακρολογοῦμεν τήν τε ὑφαντικὴν λέγοντες καὶ τὴν τῶν ποπάνων τε καὶ ἑψημάτων θεραπείαν, ἐν οἷς δή τι δοκεῖ τὸ γυναικεῖον γένος εἶναι, οὗ καὶ καταγελαστότατόν ἐστι πάμ12.32.3 πολυ ἡττώμενον; Ἀληθῆ, ἔφη, λέγεις, ὅτι πολὺ κρατεῖται ἐν ἅπασιν, ὡς ἔπος εἰπεῖν, τὸ γένος τοῦ γένους· γυναῖκες μέντοι πολλαὶ πολλῶν ἀνδρῶν βελτίους εἰς πολλά, τὸ δὲ ὅλον ἔχει ὡς σὺ λέγεις. Οὐδὲν ἄρα ἐστίν, ὦ φίλε, ἐπιτήδευμα τῶν πόλιν διοικούντων γυναικὸς διότι γυνὴ οὐδ' ἀνδρὸς διότι ἀνήρ, ἀλλ' ὁμοίως διεσπαρμέναι αἱ φύσεις ἐν ἀμφοῖν τοῖν ζῴοιν καὶ πάντων μὲν μετέχει γυνὴ ἐπιτηδευμάτων κατὰ φύσιν, πάντων δὲ ἀνήρ, ἐπὶ πᾶσι δὲ 12.32.4 ἀσθενέστερον γυνὴ ἀνδρός. Πάνυ γε. Ἢ οὖν ἀνδράσι πάντα προστάξομεν, γυναικὶ δὲ οὐδέν; Καὶ πῶς; Ἀλλ' ἔστι γάρ, οἶμαι, ὡς φήσομεν, καὶ γυνὴ ἰατρική, ἡ δ' οὔ, καὶ μουσική, ἡ δ' ἄμουσος φύσει. Τί μήν; Γυμναστικὴ δὲ ἄρα οὔ, οὐδὲ πολεμική, ἡ δὲ ἀπόλεμος καὶ οὐ φιλογυμναστική; Οἶμαι ἔγωγε. Τί δέ; φιλόσοφός τε καὶ μισόσοφος; καὶ θυμοειδής, ἡ δὲ ἄθυμος; 12.32.5 Ἔστι καὶ ταῦτα. Ἔστιν ἄρα καὶ φυλακικὴ γυνή, ἡ δ' οὔ· ἢ οὐ τοιαύτην 12.32.6 καὶ τῶν ἀνδρῶν τῶν φυλακικῶν φύσιν ἐξελεξάμεθα; Τοιαύτην μὲν οὖν. Καὶ γυναικὸς ἄρα καὶ ἀνδρὸς ἡ αὐτὴ φύσις εἰς φυλακὴν πόλεως, πλὴν ὅσῳ ἀσθενεστέρα, ἡ δὲ ἰσχυροτέρα ἐστί. Φαίνεται. Καὶ γυναῖκες ἄρα αἱ τοιαῦται τοῖς τοιούτοις ἀνδράσιν ἐκλεκτέαι ξυνοικεῖν τε καὶ ξυμφυλάττειν, ἐπείπερ εἰσὶν ἱκαναὶ καὶ ξυγγενεῖς αὐτοῖς τὴν φύσιν.» 12.32.7 Εἰκότως ἄρα καὶ ὁ παρ' ἡμῖν λόγος ὑποδέχεται πᾶν γένος οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, οὐδ' ἐλευθέρων καὶ δούλων μόνον, ἀλλὰ καὶ βαρβάρων καὶ Ἑλλήνων εἰς τὴν κατὰ θεὸν παιδείαν τε καὶ φιλοσοφίαν. 12.33.1 λγʹ. ΟΤΙ ΜΗ ΧΡΗΝ ΕΚ ΤΩΝ ΟΥ ΚΑΤΑ ΛΟΓΟΝ ΠΑΡ' ΗΜΙΝ ΒΙΟΥΝΤΩΝ