168
δεῖξαι τὴν μάχαιραν, καὶ πρὸς τοσαύτην ἀντιστῆναι θυμοῦ ῥύμην· ἐξῄει μετὰ τοσαύτης περιφανείας, μεθ' ὅσης οἱ τρεῖς παῖδες ἀπὸ τῆς καμίνου. Καθάπερ γὰρ ἐκείνους οὐ κατέκαυσε τὸ πῦρ, οὕτω καὶ τοῦτον ἡ πυρὰ τῆς ὀργῆς οὐκ ἐνέπρησε· κἀκείνοις μὲν τὸ πῦρ ἔξωθεν ὁμιλοῦν, οὐδὲν ἐποίησεν· οὗτος δὲ ἔνδοθεν ἔχων τοὺς ἄνθρακας καιομένους, καὶ τὸν διάβολον ἔξωθεν τὴν κάμινον ὑποκαίοντα, ἀπὸ τῆς ὄψεως τοῦ ἐχθροῦ, ἀπὸ τῆς παραινέσεως τῶν στρατιωτῶν, ἀπὸ τῆς εὐκολίας τῆς κατὰ τὴν σφαγὴν, ἀπὸ τῆς ἐρημίας τῶν βοηθούντων, ἀπὸ τῆς μνήμης τῶν παρελθόντων κακῶν, ἀπὸ τῆς τῶν μελλόντων ἀγωνίας (καὶ γὰρ τοῦτο κληματίδος καὶ πίσσης καὶ στυππίου, καὶ πάντων τῶν τὴν Βαβυλωνίαν ἀναπτόντων κάμινον λαμπροτέραν ἀνῆπτε τὴν φλόγα) οὐκ ἐνεπρήσθη, οὐδὲ ἔπαθέ τι τοιοῦτον οἷον εἰκὸς ἦν, ἀλλ' ἐξῆλθε καθαρὸς καὶ ἀνέπαφος. Ἐξελθὼν τοίνυν ὁ ∆αυῒδ ὄπισθεν τοῦ Σαοὺλ, ἐβόησε λέγων, Κύριέ μου βασιλεῦ. Καὶ ἀνέβλεψε Σαοὺλ ὀπίσω αὐτοῦ καὶ ἔκυψε ∆αυῒδ ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. Ἆρά γε ταῦτα τοῦ σῶσαι τὸν ἐχθρὸν ἐλάττονα φέρει τὸν ἔπαινον; ὅτι αὐτὸς σώσας αὐτὸς προσκυνεῖ τὸν σωθέντα, καὶ βασιλέα καλεῖ, καὶ δοῦλον ἑαυτὸν ὀνομάζει, καὶ πάντα ποιεῖ ὥστε ἐκείνου καταστεῖλαι τὸ φρόνημά τε καὶ φύσημα, καὶ τὸν θυμὸν παραμυθήσασθαι, καὶ τὴν βασκανίαν ἀνελεῖν. Ἀλλ' ἀκούσωμεν καὶ τῆς ἀπολογίας αὐτῆς. Ἱνατί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λέγοντος, Ἰδοὺ ∆αυῒδ ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἑωράκασιν οἱ ὀφθαλμοί σου σήμερον, ὡς παρέδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε, καὶ ἐφεισάμην σου, καὶ εἶπον, Οὐκ ἐποίσω τὴν χεῖρά μου ἐπὶ τὸν κύριόν μου, ὅτι χριστὸς Κυρίου ἐστί· καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, ὃ ἐγὼ ἀφεῖλον, καὶ οὐκ ἀπέκτεινά σε. Οὐ γὰρ ἂν, εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς ἕστηκα τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου. Καὶ γὰρ, εἰ μὴ ἔκοψεν, οὐδαμόθεν ἑτέρωθεν εἶχε πιστώσασθαι τὸν ἐχθρόν. Πῶς γὰρ ὁ μετὰ τοσαύτας εὐεργεσίας πολεμῶν τῷ μηδὲν ἠδικηκότι ἐδύνατο ὑποπτεῦσαι, ὅτι ἀδικηθεὶς ἕτερος τὸν ἀδικήσαντα λαβὼν εἰς χεῖρας ἐφείσατο; νυνὶ δὲ ἀναμφισβήτητον ἀπόδειξιν τῆς αὐτοῦ προνοίας παρέσχετο, καὶ αὐτὸν τὸν ἐχθρὸν καὶ δικαστὴν καὶ μάρτυρα καλεῖ τῆς οἰκείας κηδεμονίας, οὑτωσὶ λέγων· Γνῶθι καὶ ἴδε σήμερον, ὅτι οὐκ ἔστιν ἐν τῇ χειρί μου ἀθέτησις· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου τοῦ λαβεῖν αὐτήν. Οὕτως ἦν ἄτυφος καὶ κενοδοξίας καθαρὸς ἁπάσης, καὶ πρὸς ἓν ἔβλεπε μόνον, τὴν τοῦ Θεοῦ ψῆφον· φησὶ γὰρ, Κρίναι ὁ Θεὸς ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ· τοῦτο δὲ εἶπεν, οὐχὶ κολασθῆναι βουλόμενος τὸν ἄνδρα, οὐδὲ τιμωρίαν παρ' αὐτοῦ λαβεῖν, ἀλλὰ φοβῆσαι τῇ μνήμῃ τῆς μελλούσης κρίσεως· ὅτι οὐκ ἂν ἐτόλμησε καλέσαι τὸν ἀπαραλόγιστον δικαστὴν, καὶ ἐπ' αὐτοῦ τὴν δίκην εἰσαγαγεῖν, εἰ μὴ σφόδρα ἦν πεπει 63.782 κὼς ἑαυτὸν, ὅτι πάσης ἐπιβουλῆς ἦν καθαρὸς καὶ ἀμέτοχος. Τίς οὐκ ἂν ἐκπλαγείη, τίς οὐκ ἂν θαυμάσειε τὴν γενναίαν ἐκείνην καὶ ἀδαμαντίνην ψυχὴν, ὅτι πολλὰς καὶ μεγάλας εὐεργεσίας ἔχων ἀριθμεῖν τῷ Σαούλ· καὶ γὰρ ἐδύνατο, εἴπερ ἐβούλετο, εἰπεῖν, ὅτι Τοῦ βαρβαρικοῦ πολέμου καθάπερ κατακλυσμοῦ τινος ἅπασαν μέλλοντος παρασύρειν τὴν πόλιν, κατεπτηχότων ὑμῶν καὶ δεδοικότων, καὶ καθ' ἑκάστην ἡμέραν ἀποθανεῖσθαι προσδοκώντων, ἐγὼ παρελθὼν, οὐδενὸς ἀναγκάσαντος, ἀλλὰ καὶ σοῦ κωλύοντος καὶ κατέχοντος, οὐκ ἠνεσχόμην, ἀλλὰ πρὸ τῶν ἄλλων ἁπάντων ἐπήδησα, καὶ τὸν πολέμιον ἐδεξάμην, καὶ τὴν κεφαλὴν ἀπέτεμον· καὶ ὥσπερ τινὰ χειμάῤῥου ῥύμην ἀνέστειλα τὴν ἔφοδον τῶν βαρβάρων ἐκείνων, καὶ τὴν πόλιν σειομένην ἔστησα· καὶ δι' ἐμὲ σὺ μὲν τὴν βασιλείαν καὶ τὴν ψυχὴν, οἱ δὲ λοιποὶ πάντες μετὰ τῆς ψυχῆς τὴν πόλιν καὶ τὰς οἰκίας καὶ τὰ παιδία καὶ τὰ γύναια ἔχουσι· καὶ μετ' ἐκεῖνο δὲ πάλιν ἑτέρους οὓς κατώρθωσε πολέμους οὐκ ἐλάττους ἐκείνου· καὶ ὅτι ἅπαξ καὶ δὶς καὶ πολλάκις ἐπιχειρήσαντος ἀνελεῖν, καὶ τὸ δόρυ κατὰ τῆς αὐτοῦ κεφαλῆς ἀφέντος, οὐκ ἐμνησικάκησε· καὶ ἕτερα πολλῷ πλείονα τούτων καὶ μείζονα. Ἀλλ' οὐδὲν τούτων