1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

169

ΤΟ ΠΑΝ ΕΘΝΟΣ ∆ΙΑΒΑΛΛΕΣΘΑΙ «Σκεψώμεθα δή πη τῇδε. φέρ', εἴ τις αἰγῶν τροφὴν καὶ τὸ ζῷον αὐτό, κτῆμα ὡς ἔστι καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι καὶ πᾶν θρέμμα ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν; Καὶ πῶς;» Καὶ μετ' ὀλίγα· 12.33.2 «Ὅτι δὲ ἐπαινέτην ἢ ψέκτην κοινωνίας ἡστινοσοῦν, ᾗ πέφυκέ τε εἶναι ἄρχων μετ' ἐκείνου τε ὠφέλιμός ἐστιν, ὁ δὲ μήτε ἑωρακὼς εἴη ποτὲ ὀρθῶς αὐτὴν ἑαυτῇ κοινωνοῦσαν μετ' ἄρχοντος, ἀεὶ δὲ ἄναρχον ἢ μετὰ κακῶν ἀρχόντων ξυνοῦσαν· οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἢ ἐπαινεῖσθαι; Πῶς δ' ἄν;» 12.33.3 Οὐ δὴ χρὴ καὶ παρ' ἡμῖν εἴ τινες φαίνοιντο δίχα προστάτου καὶ ἄρχοντος ἢ μετὰ κακῶν ἀρχόντων δρῶντες κακά, ψέγειν τὸ πᾶν ἡμῶν διδασκαλεῖον, μᾶλλον δὲ ἀπὸ τῶν ὀρθῶς μετιόντων τὸ θεοσεβὲς πολίτευμα θαυμάζειν. 12.34.1 λδʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΜΕΤΕΒΑΛΕΝ ΕΠΙ ΤΟ ΕΛΛΗΝΙΚΩΤΕΡΟΝ ΤΑ ΕΝ

ΠΑΡΟΙΜΙΑΙΣ ΛΟΓΙΑ Ἐν ταῖς Παροιμίας Σολομῶνος συντόμως φερομένου τοῦ «Μνήμη δικαίων μετ' ἐγκωμίων, ὄνομα δὲ ἀσεβῶν σβέννυται» καὶ πάλιν εἰρημένου τοῦ «Μὴ μακαρίσῃς ἄνδρα πρὸ τελευτῆς αὐτοῦ,» ἐπάκουσον ὅπως τὴν διάνοιαν ἑρμηνεύει λέγων ὁ Πλάτων ἐν τῷ ἑβδόμῳ τῶν Νόμων· 12.34.2 «Τῶν πολιτῶν ὁπόσοι τέλος ἔχοιεν τοῦ βίου κατὰ σώματα ἢ κατὰ ψυχὰς ἔργα ἐξειργασμένοι καλὰ καὶ ἐπίπονα καὶ τοῖς νόμοις εὐπειθεῖς γεγονότες, ἐγκωμίων αὐτοὺς τυγχάνειν πρέπον ἂν εἴη. Πῶς δ' οὔ; 12.34.3 Τούς γε μὴν ἔτι ζῶντας ἐγκωμίοις τε καὶ ὕμνοις τιμᾶν οὐκ ἀσφαλές, πρὶν ἂν ἅπαντά τις τὸν βίον διαδραμὼν τέλος ἐπιστήσηται καλόν. ταῦτα δὲ πάντα ἡμῖν ἔστω κοινὰ ἀνδράσι τε καὶ γυναιξὶν ἀγαθοῖς καὶ ἀγαθαῖς διαφανῶς γενομέναις.»

12.35.1 λεʹ. ΠΕΡΙ ΠΛΟΥΤΟΥ ΚΑΙ ΠΕΝΙΑΣ

«Πλοῦτον δὲ καὶ πενίαν μή μοι δῷς» τοῦ Σολομῶνος φήσαντος ἐν Παροιμίαις ὁ Πλάτων ἐν γʹ Πολιτείας φησίν· «Ἕτερα δή, ὡς ἔοικε, τοῖς φύλαξιν εἰρήκαμεν, ἃ παντὶ τρόπῳ φυλακτέον ὅπως μή ποτε αὐτοὺς λήσῃ εἰς τὴν πόλιν παραδύντα. Τὰ ποῖα ταῦτα; Πλοῦτός τε, ἦν δ' ἐγώ, καὶ πενία· ὡς τοῦ μὲν τρυφὴν καὶ ἀργίαν καὶ νεωτερισμὸν ἐμποιοῦντος, τῆς δ' ἀνελευθερίαν καὶ κακοεργίαν πρὸς τῷ νεωτερισμῷ.» Κακοεργία δέ ἐστι πᾶσα πρᾶξις ἄτιμος.

λςʹ. ΠΕΡΙ ΓΟΝΕΩΝ ΤΙΜΗΣ Πάλιν Μωσέως ἐν τοῖς νόμοις φάντος· «Ἕκαστος πατέρα αὐτοῦ καὶ μητέρα αὐτοῦ φοβείσθω» καί· «Τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι ᾖ,» καὶ ὁ Πλάτων ὁμοίως Μωσεῖ καὶ τιμᾶν καὶ φοβεῖσθαι ὧδέ πως φησὶν ἐν τοῖς Νόμοις· «Πᾶς δὴ νοῦν ἔχων φοβεῖται καὶ τιμᾷ γονέων εὐχάς, εἰδὼς πολλοῖς καὶ πολλάκις ἐπιτελεῖς γενομένας.» Καὶ πάλιν ἐν ἑτέρῳ φησί· «Πᾶς ἡμῖν αἰδείσθω τὸν ἑαυτοῦ πρεσβύτερον