170
ἔργῳ τε καὶ λόγῳ. τὸν δὲ προέχοντα εἴκοσιν ἡλικίας ἔτεσιν ἄρρενα ἢ θῆλυν νομίζων ὡς πατέρα ἢ μητέρα διευλαβείσθω.»
λζʹ. ΠΕΡΙ ΚΤΗΣΕΩΣ ΟΙΚΕΤΩΝ
Μωσέως ἐν τοῖς νόμοις ἀπαγορεύσαντος Ἑβραίους Ἑβραίοις δουλεύειν καὶ φήσαντος· «Ἐὰν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον,» καὶ ὁ Πλάτων ὁμοίως ἐν Πολιτείᾳ φησί· «Μηδὲ Ἕλληνα ἄρα δοῦλον ἐκτῆσθαι μήτε αὐτοὺς τοῖς τε ἄλλοις Ἕλλησιν οὕτω ξυμβουλεύειν; Πάνυ μὲν οὖν, ἔφη· μᾶλλόν τ' ἂν οὖν οὕτω πρὸς τοὺς βαρβάρους τρέποιντο, ἑαυτῶν δὲ ἀπέχοιντο.» ληʹ. ΩΣ ΜΕΤΕΒΑΛΕ ΤΟ «ΜΗ ΜΕΤΑΙΡΕ ΟΡΙΑ ΑΙΩΝΙΑ Α ΕΘΕΝΤΟ ΟΙ ΠΑΤΕΡΕΣ
ΣΟΥ»
«Μὴ κινείτω γῆς ὅρια μηδεὶς μήτε οἰκείου πολίτου γείτονος μήτε ὁμοτέρμονος ἐν ἐσχατιαῖς κεκτημένου ἄλλῳ ξένῳ γειτονῶν, νομίσας τὸ τὰ ἀκίνητα κινεῖν ἀληθῶς τοῦτ' εἶναι.» Καὶ ἑξῆς φησιν· «Ὃς δ' ἂν ἐπεργάζηται τὰ τοῦ γείτονος ὑπερβαίνων τοὺς ὅρους, τὸ μὲν βλάβος ἀποτινέτω, τῆς δὲ ἀναιδείας ἅμα καὶ ἀνελευθερίας ἕνεκα ἰατρευόμενος διπλάσιον τοῦ βλάβους ἄλλο ἐκτισάτω τῷ βλαφθέντι.»
λθʹ. ΟΜΟΙΟΝ ΤΩΙ «ΑΠΟ∆Ι∆ΟΥΣ ΑΜΑΡΤΙΑΣ ΠΑΤΕΡΩΝ ΕΠΙ ΤΕΚΝΑ ΕΠΙ
ΤΡΙΤΗΝ ΚΑΙ ΤΕΤΑΡΤΗΝ ΓΕΝΕΑΝ ΤΟΙΣ ΜΙΣΟΥΣΙ ΜΕ» «Ἑνὶ δὲ λόγῳ, πατρὸς ὀνείδη καὶ τιμωρίας παίδων μηδενὶ συνέπεσθαι, πλὴν ἐάν τίς τινι πατὴρ καὶ πάππος καὶ πάππου πατὴρ ἐφεξῆς ὄφλωσι θανάτου δίκην.»
μʹ. ΠΕΡΙ ΚΛΕΠΤΩΝ
Μωσέως νόμου φάντος· «Ἐὰν κλέψῃ τις μόσχον ἢ πρόβατον καὶ σφάξῃ αὐτὸ ἢ ἀποδῶται, πέντε μόσχους ἀποτίσει ἀντὶ τοῦ μόσχου καὶ τέσσαρα πρόβατα ἀντὶ προβάτου· ἐὰν δὲ καταληφθῇ καὶ εὑρεθῇ ἐν τῇ χειρὶ αὐτοῦ τὸ κλέμμα, ἀπὸ μόσχου καὶ ὄνου ἕως προβάτου ζῶντα διπλᾶ ἀποτίσει» ἐπάκουσον ὡς καὶ ὁ Πλάτων τούτοις ἕπεται λέγων· «Κλέπτῃ δέ, ἐάν τε μέγα ἐάν τε σμικρὸν κλέπτῃ τις, εἷς νόμος ἐπικείσθω καὶ μία δίκης τιμωρία σύμπασι. τὸ μὲν γὰρ δὴ κλαπὲν χρεὼν διπλάσιον πρῶτον ἐκτίνειν, ἐὰν ὄφλῃ τις τὴν τοιαύτην δίκην καὶ ἱκανὴν ἔχῃ τὴν ἄλλην οὐσίαν ἀποτίνειν ὑπὲρ τοῦ κλήρου, ἐὰν δὲ μή, δεδέσθαι ἕως ἂν ἐκτίσῃ ἢ πείσῃ τὸν καταδικασάμενον.»
μαʹ. ΠΕΡΙ ΚΛΕΠΤΟΥ ΑΝΑΙΡΟΥΜΕΝΟΥ Πάλιν Μωσέως φάντος· «Ἐὰν δὲ ἐν τῷ διορύγματι εὑρεθῇ ὁ κλέπτης καὶ πληγεὶς ἀποθάνῃ, οὐκ ἔστιν αὐτῷ φόνος» συνᾴδει κἀν τούτῳ λέγων ὁ Πλάτων· «Νύκτωρ φῶρα εἰς οἰκίαν ἰόντα ἐπὶ κλοπῇ χρημάτων ἐὰν ἑλὼν κτείνῃ τις, ἔστω καθαρός· καὶ ἐὰν