170
ψυχῆς αὐτῆς εὐεργετηθεὶς εἰς συγγένειαν τὸν εὐεργέτην ἤγαγεν· οὗτος εὐεργετήσας δεσπότην τὸν εὐεργετηθέντα ὠνόμασε. Τέκνον με, φησὶν, ἐκάλεσεν, ἐγὼ δὲ ἀγαπῶ καὶ στέργω, ἐὰν δοῦλόν με ἔχῃς, μόνον μετὰ τοῦ ἀποθέσθαι τὴν ὀργὴν, μόνον μετὰ τοῦ μηδὲν ὑποπτεύειν περὶ ἐμὲ πονηρὸν καὶ μὴ νομίζειν ἐπίβουλον εἶναι καὶ πολέμιον. Καὶ ὅρα ὅσον τὸ κέρδος εἰργάσατο. Ἐπειδὴ γὰρ εἶπε τοῦτο, οὐκ ἤνεγκεν ἐκεῖνος ἀδακρυτὶ λοιπὸν ταύτην ἀκούειν τὴν φωνὴν, ἀλλ' ὠλόλυξε πικρὸν, τὴν ὑγίειαν τὴν ἐν τῇ ψυχῇ καὶ τὴν φιλοσοφίαν, ἢν ὁ ∆αυῒδ ἐνέθηκε, διὰ τῶν δακρύων δηλῶν. Πόσων οὐκ ἂν εἴη στεφάνων ἄξιος ὁ ∆αυῒδ, ὅτι οὕτω τῇ ἑαυτοῦ πραότητι καὶ ἐπιεικείᾳ τοῦ Σαοὺλ περιεγένετο, ὡς καὶ τῆς οἰκείας αὐτὸν πεῖσαι καταγνῶναι ὠμότητος, καὶ τὴν ἐκείνου ἀνυμνεῖν ἀρετήν; Εἰ γάρ τις εὕροι τὸν ἐχθρὸν αὐτοῦ, φησὶν, ἐν θλίψει, καὶ ἐκπέμψει αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ Κύριος ἀνταποδῷ αὐτῷ ἀγαθὰ, καθὼς πεποίηκας σὺ μετ' ἐμοῦ σήμερον. Καὶ ἰδοὺ ἐγὼ γινώσκω, ὅτι βασιλεύων βασιλεύσεις, καὶ στήσεται ἡ βασιλεία Ἰσραὴλ ἐν τῇ χειρί σου. Καὶ νῦν ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. Καὶ πόθεν ἔγνως, εἰπέ μοι, τοῦτο; παρὰ σοὶ τὰ στρατόπεδα, παρὰ σοὶ τὰ χρήματα, τὰ ὅπλα, αἱ πόλεις, οἱ ἵπποι, οἱ στρατιῶται, ἅπασα τῆς βασιλικῆς παρασκευῆς ἡ δύναμις· οὗτος δὲ ἔρημος καὶ γυμνὸς, ἄπολις, ἄοικος, ἀνέστιος. Πόθεν οὖν ταῦτα 63.784 λέγεις, εἰπέ μοι; Ἀπ' αὐτοῦ μὲν τοῦ τρόπου. Οὐ γὰρ ἂν ὁ γυμνὸς καὶ ἄπολις καὶ ἔρημος ἐμοῦ τοῦ καθωπλισμένου καὶ τοσαύτην περιβεβλημένου δύναμιν περιεγένετο, εἰ μὴ τὸν Θεὸν εἶχε μεθ' ἑαυτοῦ· ὁ δὲ τὸν Θεὸν ἔχων μεθ' ἑαυτοῦ πάντων ἐστὶν ἰσχυρότερος. Εἶδες οἷα φιλοσοφεῖ μετὰ τὴν ἐπιβουλὴν ὁ Σαούλ; εἶδες πῶς δυνατὸν ἅπασαν ἀποπτύσαι πονηρίαν καὶ μεταβαλέσθαι, καὶ πρὸς τὸ βέλτιον ἐπανελθεῖν; Ἄρα πόσων ἂν εἴη στεφάνων ἄξιος καθ' ἕκαστον τῶν ῥημάτων τούτων ὁ ∆αυΐδ; Εἰ γὰρ καὶ τὸ στόμα αὐτοῦ ἐφθέγγετο τοῦ Σαοὺλ, ἀλλ' ἡ τοῦ ∆αυῒδ σοφία εἰς τὴν ἐκείνου ταῦτα ψυχὴν κατεφύτευσεν· φησὶ γοῦν ἐκεῖνος, Ὄμοσόν μοι κατὰ τοῦ Κυρίου, ἵνα μὴ ἐξολοθρεύσῃς τὸ σπέρμα μου ὀπίσω μου, καὶ μὴ ἀφανίσῃς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. ∆έησιν ὁ βασιλεὺς τῷ ἰδιώτῃ προσάγει λοιπὸν, καὶ ἱκετηρίαν τίθησιν ὁ τὸ διάδημα περικείμενος, ὑπὲρ τῶν παίδων τῶν ἑαυτοῦ παρακαλῶν τὸν φυγάδα· καὶ ὅρκον ἀπαιτεῖ, οὐκ ἀπιστῶν τῷ τρόπῳ, ἀλλὰ ἐννοῶν ὅσα εἰς αὐτὸν εἰργάσατο κακά. Ὄμοσόν μοι, μὴ ἀφανίσῃς τὸ σπέρμα μου ὀπίσω μου. Ἐπίτροπον τὸν πολέμιον καταλιμπάνει τῶν ἑαυτοῦ παίδων, καὶ ταῖς ἐκείνου χερσὶν ἐντίθησι τὰ ἔγγονα· μονονουχὶ τῆς δεξιᾶς αὐτῶν λαβόμενος διὰ τῶν ῥημάτων αὐτῶν, καὶ τὸν Θεὸν μεσίτην εἰσάγων. Τί οὖν ὁ ∆αυΐδ; ἆρα κἂν μικρὸν εἰρωνεύσατο πρὸς ταῦτα; Οὐδαμῶς, ἀλλ' εὐθέως ἐπένευσε, καὶ τὴν χάριν ἔδωκε, καὶ τελευτήσαντος τοῦ Σαοὺλ, οὐ μόνον οὐκ ἀπέκτεινεν, ἀλλὰ καὶ πλέον ὧν ὡμολόγησε, τότε παρέσχεν. Τὸν γὰρ ἔγγονον τὸν τούτου, χωλὸν ὄντα καὶ πεπηρωμένον τὸ σκέλος, εἰς τὴν οἰκίαν εἰσήγαγε τὴν ἑαυτοῦ, καὶ ὁμοτράπεζον ἐποίησε, καὶ τῆς μεγίστης ἠξίωσε τιμῆς· καὶ οὐκ ἠρυθρία οὐδὲ ἐνεκαλύπτετο, οὐδὲ τὴν τράπεζαν ἐνόμιζε καταισχύνειν τὴν βασιλικὴν τῇ πηρώσει τοῦ παιδὸς, ἀλλ' ἐκαλλωπίζετο καὶ ἐνηβρύνετο μᾶλλον. Τίς γὰρ τῶν συνδειπνούντων αὐτῷ ὁρῶν τὸν ἔκγονον τοῦ Σαοὺλ τοῦ τοσαῦτα κακὰ ἐργασαμένου τὸν ∆αυῒδ, τοσαύτης ἀπολαύοντα παρ' αὐτῷ τιμῆς, εἰ καὶ πάντων θηρίων ἀγριώτερος ἦν, οὐχὶ πρὸς πάντας ἐσπένδετο τοὺς ἐχθροὺς αἰσχυνόμενος καὶ ἐρυθριῶν; Εἰ γὰρ καὶ ἑτέρωθι αὐτῷ τροφὴν ἐπέταξε, καὶ σιτηρέσιον ὥρισε τεταγμένον, πολὺ μέγα ἦν· τὸ δὲ καὶ εἰς αὐτὴν αὐτὸν ἀγαγεῖν τὴν τράπεζαν, ὑπερβολὴν ἔχει φιλοσοφίας. Καὶ γὰρ οἱ πολλοὶ τῶν ἀνθρώπων οὐ μόνον ζῶντας ἠμύναντο τοὺς ἐχθροὺς, ἀλλὰ καὶ τελευτησάντων εἰς τοὺς ἐκείνων παῖδας τὴν πρὸς ἐκείνους ἀφῆκαν ὀργήν. Ἀλλ' οὐχ ὁ ∆αυῒδ οὕτως, ἀλλὰ καὶ ζῶντα τὸν πολέμιον διετήρησε, καὶ ἀπελθόντος ἐκείνου τὴν περὶ ἐκεῖνον εὔνοιαν εἰς τοὺς παῖδας