1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

171

λωποδύτην ἀμυνόμενος ἀποκτείνῃ, καθαρὸς ἔστω.»

μβʹ. ΠΕΡΙ ΥΠΟΖΥΓΙΟΥ «Ἐὰν δὲ ἄρα ὑποζύγιον ἢ ζῷον ἄλλο τι φονεύσῃ τινὰ πλὴν τῶν ὅσα ἐν ἀγῶνι τῶν δημοσίᾳ τιθεμένων ἀθλεύοντά τι τοιοῦτον δράσῃ, ἐπεξίτωσαν μὲν οἱ προσήκοντες τοῦ φόνου τῷ κτείναντι, διαδικαζόντων δὲ τῶν ἀγρονόμων οἷσιν ἂν καὶ ὁπόσοις προστάξῃ ὁ προσήκων, τὸ δὲ ὄφλον ἔξω τῶν ὅρων τῆς χώρας ἀποκτείναντας διορίσαι.» Ταῦτα ὁ Πλάτων. ὁ δὲ Μωσῆς προλαβών φησιν· «Ἐὰν δὲ κερατίσῃ ταῦρος ἄνδρα ἢ γυναῖκα καὶ ἀποθάνῃ, λίθοις λιθοβοληθήσεται ὁ ταῦρος καὶ οὐ βρωθήσεται τὰ κρέα αὐτοῦ· ὁ δὲ κύριος τοῦ ταύρου ἀθῷος ἔσται.»

μγʹ. ΟΤΙ ΤΟΙΣ ΑΥΤΟΙΣ Ο ΠΛΑΤΩΝ ΟΙΣ ΚΑΙ Η ΠΑΡ' ΕΒΡΑΙΟΙΣ ΓΡΑΦΗ ΚΕΧΡΗΤΑΙ ΠΑΡΑ∆ΕΙΓΜΑΣΙ

Τῆς προφητικῆς γραφῆς λεγούσης· «Υἱὲ ἀνθρώπου, ἰδοὺ γεγόνασί μοι ὁ οἶκος Ἰσραὴλ ἀναμεμιγμένοι πάντες χαλκῷ καὶ κασσιτέρῳ καὶ σιδήρῳ καὶ μολίβδῳ, ἐν μέσῳ καμίνου ἀργύριον ἀναμεμιγμένον εἰσί. διὰ τοῦτο εἰπόν· Τάδε λέγει κύριος· Ἀνθ' ὧν ἐγένεσθε πάντες εἰς σύγκρασιν μίαν, διὰ τοῦτο ἐγὼ εἰσδέξομαι ὑμᾶς, καθὼς εἰσδέχεται ἄργυρος καὶ χαλκὸς καὶ σίδηρος καὶ μόλιβδος καὶ κασσίτερος εἰς μέσον καμίνου, τοῦ ἐκφυσῆσαι εἰς αὐτοὺς πῦρ, τοῦ χωνευθῆναι» καὶ ὁ Πλάτων ὡσαύτως ἐπάκουσον ἅ φησιν· 12.43.2 «Οὐκοῦν ἀκούετε λοιπὸν τοῦ μύθου. ἐσμὲν γὰρ δὴ πάντες οἱ ἐν τῇ πόλει ἀδελφοί, ὡς φήσομεν πρὸς αὐτοὺς μυθολογοῦντες, ἀλλ' ὁ θεὸς πλάττων, ὅσοι μὲν ὑμῶν ἱκανοὶ ἄρχειν, χρυσὸν ἐν τῇ γενέσει ξυνέμισγεν αὐτοῖς, διότι τιμιώτατοί εἰσιν· ὅσοι δ' ἐπίκουροι, ἄργυρον· σίδηρον δὲ καὶ χαλκὸν τοῖς γεωργοῖς 12.43.3 καὶ τοῖς ἄλλοις δημιουργοῖς. ἅτε οὖν ξυγγενεῖς ὄντες ἅπαντες τὸ μὲν πολὺ ὁμοίους ἂν ὑμῖν αὐτοῖς γεννῷτε, ἔστι δ' ὅτε ἐκ χρυσοῦ γεννηθείη ἂν ἀργυροῦν καὶ ἐξ ἀργυροῦ χρυσοῦν ἔγγονον καὶ τἄλλα πάντα ἐξ ἀλλήλων οὕ 12.43.4 τως. τοῖς οὖν ἄρχουσι καὶ πρῶτον καὶ μάλιστα παραγγέλλει ὁ θεὸς ὅπως μηδενὸς οὕτω φύλακες ἀγαθοὶ γένωνται μηδ' οὕτω σφόδρα φυλάξωσι μηδὲν ὡς τοὺς ἐγγόνους, ὅ τι αὐτοῖς τούτων ἐν ταῖς ψυχαῖς παραμέμικται, καὶ ἐὰν σφέτερος ἔγγονος ὑπόχαλκος ἢ ὑποσίδηρος γένηται, μηδενὶ τρόπῳ κατελεήσωσιν, ἀλλὰ τὴν τῇ φύσει προσήκουσαν τιμὴν ἀποδιδόντες ὤσουσιν ἢ εἰς δημιουργοὺς ἢ γεωργούς, καὶ ἐὰν αὖ ἐκ τούτων ἢ ὑπόχρυσος ἢ ὑπάργυρος φυῇ τις, τιμήσαντες ἀνάξουσι τοὺς μὲν εἰς φυλακήν, τοὺς δ' εἰς ἐπικουρίαν, ὡς χρησιμοῦ ὄντος τότε τὴν πόλιν διαφθαρῆναι, ὅταν αὐτὴν ὁ σιδηροῦς φύλαξ ἢ ὁ χαλκοῦς διαφυλάξῃ. τοῦτον οὖν τὸν μῦθον ὅπως ἂν πεισθεῖεν ἔχεις τινὰ μηχανήν;»

12.44.1 μδʹ. ΕΤΙ ΠΕΡΙ ΤΩΝ ΟΜΟΙΩΝ ΥΠΟ∆ΕΙΓΜΑΤΩΝ

Τῆς παρ' Ἑβραίοις προφητείας φασκούσης πρὸς τοὺς προεστῶτας τοῦ πλήθους· «Ὦ ποιμένες Ἰσραήλ, μὴ βόσκουσι ποιμένες ἑαυτούς; οὐ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; ἰδοὺ τὸ γάλα κατεσθίετε καὶ τὸ παχὺ σφάζετε καὶ τὰ ἔρια περιβάλλεσθε καὶ τὰ πρόβατά μου οὐ βόσκετε καὶ τὸ ἀπολωλὸς οὐκ ἐζητήσατε καὶ τὸ συντετριμμένον οὐ κατεδήσατε καὶ τὸ πλανώμενον οὐκ ἐπεστρέψατε,» ἀλλὰ καὶ τοῦ σωτηρίου λόγου