172
κελεύων, καὶ 63.786 ὀδόντα ἀντὶ ὀδόντος ἐκκόπτειν, καὶ οὐκ ἦν παράβασις τὸ γινόμενον· ἀλλ' οὕτω φιλόσοφος ἦν ὁ ∆αυῒδ, ὡς μὴ μόνον μὴ παραβαίνειν τὸν νόμον, ἀλλὰ καὶ ἐκ πολλοῦ τοῦ περιόντος ὑπερβαίνειν καὶ ὑπὲρ τὰ σκάμματα πηδᾷν. Οὐ γὰρ ἐνόμιζεν αὐτῷ ἀρκεῖν εἰς ἀρετὴν, εἰ μὴ καὶ ὑπερακοντίσειεν τὰ προστάγματα. Ἡμεῖς δὲ οὐ τοῦτο ἀπαιτούμεθα μόνον, τὸ μὴ ἀνταποδιδόναι, ἀλλὰ καὶ τὸ εὐεργετεῖν· Εὔχεσθε γὰρ, φησὶν, ὑπὲρ τῶν ἐπηρεαζόντων ὑμᾶς· καλῶς ποιεῖτε τοῖς μισοῦσιν ὑμᾶς. Ποίαν οὖν σχοίημεν συγγνώμην λοιπὸν, τίνα δὲ ἀπολογίαν μετὰ τὴν τοῦ Χριστοῦ παρουσίαν μὴ φθάνοντες εἰς τὰ μέτρα τῶν ἐν τῇ Παλαιᾷ πολιτευσαμένων, καὶ ταῦτα πολλὴν περισσείαν ἀπαιτούμενοι; Ἐὰν γὰρ μὴ περισσεύσῃ, φησὶν, ἡ δικαιοσύνη ὑμῶν πλέον τῶν γραμματέων καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ὥσπερ γὰρ οὐκ ἔστιν ἴσος ὁ ἐν τῷ νόμῳ τὰ αὐτὰ κατορθῶν τῷ πρὸ τοῦ νόμου· οὕτως οὐδὲ ὁ ἐν τῇ χάριτι τῷ πρὸ τοῦ νόμου, μᾶλλον δὲ τῷ ἐν τῷ νόμῳ, ἀλλ' ἀπὸ τοῦ καιροῦ πολλὴ ἡ διαφορὰ γίνεται. Ὅταν ἐννοήσω τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τὴν ἀγαθότητα καὶ τὸ συμπαθὲς καὶ φιλόστοργον, ἰλιγγιῶ καὶ τρέμω καὶ ἐκπλήξει συνέχομαι, πῶς καὶ ἐν αὐτῷ τῷ σταυρῷ τῶν σταυρούντων ὑπερηύχετο· οὗ τί γένοιτ' ἂν ἴσον; Καὶ οἱ λῃσταὶ δὲ ἀμφότεροι παρὰ τὴν ἀρχὴν ὠνείδιζον αὐτὸν, ἀλλ' ἡνίκα ὁ εὐγνώμων εἰς συναίσθησιν ἐλθὼν εἴρηκε, Μνήσθητί μου, Κύριε, τὸν παράδεισον αὐτῷ πρὸ πάντων ἀνέῳξε. Καὶ δακρύει δὲ τοὺς μέλλοντας αὐτὸν ἀναιρεῖν, καὶ ταράττεται καὶ συγχεῖται ὁρῶν τὸν προδότην, οὐχ ὅτι σταυροῦσθαι ἔμελλεν, ἀλλ' ὅτι ἀπώλλυτο ἐκεῖνος. Ἐταράττετο τοίνυν προειδὼς τὴν ἀγχόνην, τὴν κόλασιν τὴν μετὰ τὴν ἀγχόνην, καὶ εἰδὼς αὐτοῦ τὴν πονηρίαν, μέχρις ἐσχάτης ὥρας αὐτὸν ἐθεράπευσε καὶ διεκρούετο. Ἀλλὰ καὶ ἐφίλησε τὸν προδότην, τύπον ἡμῖν καὶ ὑπογραμμὸν ἀγαθωσύνης καὶ μακροθυμίας παρέχων ὁ ἀγαθὸς ∆εσπότης. Ἰούδα γὰρ, φησὶ, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως; Τίνα οὐκ ἂν ἐμάλαξε, τίνα οὐκ ἂν ἔκαμψεν αὕτη ἡ φωνή; ποῖον θηρίον, ποίαν λιθώδη ψυχήν; ἀλλ' οὐ τὸν δείλαιον ἐκεῖνον. Οὐδὲ γὰρ εἶπεν· Ὦ μιαρὲ καὶ παμπόνηρε καὶ προδότα, ταύτας ἡμῖν ἀποδίδως τὰς ἀμοιβὰς τῆς τοσαύτης εὐεργεσίας; ἀλλὰ πῶς; Ἰούδα· τὸ κύριον ὄνομα θεὶς, ὃ μᾶλλον ταλανίζοντος ἦν, καὶ ἀνακαλοῦντος, οὐκ ὀργιζομένου. Καὶ οὐκ εἶπε, τὸν διδάσκαλόν σου, τὸν δεσπότην σου, τὸν εὐεργέτην· ἀλλὰ, Τὸν Υἱὸν τοῦ ἀνθρώπου φιλήματι παραδίδως; Εἰ γὰρ μὴ διδάσκαλος ἦν, μηδὲ δεσπότης, τὸν οὕτως ἡμέρως, τὸν οὕτως ἀπλάστως πρὸς σὲ διακείμενον, ὡς καὶ ἐν καιρῷ τῆς προδοσίας σε φιλεῖν, τοῦτον παραδίδως; Καὶ πρὸς μὲν τὸν προδότην οὕτως, ὡς προείρηται· πρὸς δὲ τοὺς ἐπελθόντας μετὰ μαχαιρῶν καὶ ξύλων πῶς; Καὶ τί γένοιτο ἡμερώτερον τῶν ῥημάτων τῶν πρὸς ἐκείνους εἰρημένων; ∆υνάμενος γὰρ αὐτοὺς ἀθρόον ἀφανίσαι πάντας, τούτων μὲν ἐποίησεν οὐδὲν, ἐντρεπτικῶς δὲ αὐτοῖς διαλέγεται λέγων· Τί ἐξήλθετε ὡς ἐπὶ λῃστὴν μετὰ μαχαιρῶν καὶ ξύλων; καὶ ῥίψας αὐτοὺς ὑπτίους, ἐπειδὴ ἔμενον ἀναισθητοῦντες, ἑκὼν πάλιν ἑαυτὸν ἐξεδίδου, καὶ ἠνείχετο δεσμὰ περιβάλλοντας ταῖς ἁγίαις χερσὶν ὁρῶν, δυνάμενος πάντας κλονῆσαι καὶ ῥῖψαι κάτω. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις αὐτοῦ; Μιμησώμεθα 63.787 καὶ ἡμεῖς, ἀδελφοὶ, τὴν ἀνεξικακίαν αὐτοῦ, τὴν πραότητα, τὴν ταπεινοφροσύνην. Μάθετε γὰρ, φησὶν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. ∆ιὰ δὴ ταῦτα καὶ ὁ Παῦλος ταῦτα τίθησι καί φησιν· Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς, οἱῳδήποτε τρόπῳ ἐπιβουλεύοντας δηλονότι. Καὶ οὐκ εἶπε, Μὴ μνησικακεῖτε, μηδὲ ἀμύνεσθε, ἀλλὰ τὸ πολλῷ πλέον τούτου ἐζήτησεν εἰπὼν, Εὐλογεῖτε. Ἐκεῖνο μὲν γὰρ, τὸ μὴ μνησικακεῖν, μηδὲ ἀμύνεσθαι, ἀνδρὸς φιλοσόφου, τοῦτο δὲ ἀγγέλου. Λοιπὸν καὶ εἰπὼν, Εὐλογεῖτε, ἐπήγαγε, Καὶ μὴ καταρᾶσθε, ἵνα μὴ τοῦτο κἀκεῖνο ποιῶμεν, ἀλλ' ἐκεῖνο μόνον· καὶ γὰρ μισθῶν ἡμῖν εἰσι πρόξενοι οἱ διώκοντες. Ἂν δὲ νήφῃς, καὶ