173
ἀνθρώπῳ, δίκαια δὲ πράττειν οὐ ξυμφέρει, διότι οὐδὲν ἄλλο φήσει ἢ λυσιτελεῖν αὐτῷ τὸ παντοδαπὸν θηρίον εὐωχοῦντι ποιεῖν ἰσχυρὸν καὶ τὸν λέοντα καὶ τὰ περὶ τὸν λέοντα, τὸν δὲ ἄνθρωπον λιμοκτονεῖν παὶ ποιεῖν ἀσθενῆ, ὥστε ἕλκεσθαι ὅπη ἂν ἐκείνων ὁπότερον ἄγῃ, καὶ μηδὲν ἕτερον ἑτέρῳ ξυνεθίζειν μηδὲ φίλον ποιεῖν, ἀλλ' 12.46.6 ἐᾶν αὐτὰ ἐν αὑτοῖς δάκνεσθαί τε καὶ μαχόμενα ἐσθίειν ἄλληλα. Παντάπασι γάρ, ἔφη, ταῦτ' ἂν λέγοι ὁ τὸ ἀδικεῖν ἐπαινῶν. Οὐκοῦν αὖ ὁ τὰ δίκαια λέγων λυσιτελεῖν φαίη ἂν δεῖν ταῦτα πράττειν καὶ ταῦτα λέγειν, ὅθεν τοῦ ἀνθρώπου ὁ ἐντὸς ἄνθρωπος ἔσται ἐγκρατέστατος καὶ τοῦ πολυκεφάλου θρέμματος ἐπιμελήσεται ὥσπερ γεωργός, τὰ μὲν ἥμερα τρέφων καὶ τιθασσεύων, τὰ δὲ ἄργια ἀποκωλύων φύεσθαι, ξύμμαχον ποιησάμενος τὴν τοῦ λέοντος φύσιν καὶ κοινῇ πάντων κηδόμενος ἀλλήλοις τε καὶ αὑτῷ οὕτω θρέψει; Κομιδῇ γὰρ αὖ λέγει ταῦτα ὁ τὸ δίκαιον ἐπαινῶν.»
12.47.1 μζʹ. ΟΤΙ ΚΑΙ ΠΛΑΤΩΝ ΕΙΣ ∆Ω∆ΕΚΑ ΦΥΛΑΣ ΝΟΜΟΘΕΤΕΙ ∆ΙΕΛΕΙΝ ΤΟΥΣ ΠΟΛΙΤΑΣ ΚΑΤΑ ΜΙΜΗΣΙΝ ΤΟΥ ΤΩΝ ΕΒΡΑΙΩΝ ΕΘΝΟΥΣ
Τοῦ παντὸς Ἑβραίων ἔθνους εἰς δώδεκα φυλὰς διεσταλμένου καὶ ὁ Πλάτων ὁμοίως τοῦτο χρῆναι δεῖν ἐπὶ τῶν αὑτοῦ πολιτῶν φυλάξαι νομοθετεῖ, λέγων ὧδε· «∆ώδεκα μὲν ἡμῖν ἡ χώρα πᾶσα εἰς δύναμιν ἰσομοιρίᾳ νενεμήσθω, φυλὴ δὲ μία τῷ μορίῳ ἑκάστῳ ἐπικληρωθεῖσα κατ' ἐνιαυτὸν παρεχέτω πέντε οἷον ἀγρονόμους τε καὶ φρουράρχους.» Καὶ πάλιν φησί· «Ταξιάρχους αὐτοῖσι προβάλλεσθαι μὲν τοὺς αἱρεθέντας στρατηγοὺς δώδεκα, ἑκάστῃ φυλῇ ταξίαρχον.»
μηʹ. ΕΝ ΠΟΤΑΠΩΙ ΤΗΝ ΠΟΛΙΝ ΚΑΤΟΙΚΙΖΕΙΝ Ο ΠΛΑΤΩΝ ΝΟΜΟΘΕΤΕΙ ΤΟΠΩΙ· ∆ΙΑΓΡΑΦΕΙ ∆Ε ΕΟΙΚΟΤΑ ΤΙΝΑ ΤΩΙ ΕΝ ΙΕΡΟΣΟΛΥΜΟΙΣ
Τῆς παρὰ παισὶν Ἑβραίων πάλαι πρότερον συνεστώσης βασιλικῆς μητροπόλεως, ἄπωθεν μὲν θαλάσσης οὔσης, ἐν ὄρεσι δὲ κατῳκισμένης πάμφορόν τε γῆν κεκτημένης, καὶ ὁ Πλάτων τοιαύτην τινὰ εἶναι δεῖν φησι τὴν πρὸς αὐτοῦ κατοικιζομένην ἐν τοῖς Νόμοις. λέγει δὲ ὧδε· 12.48.2 «Τόδε δὲ περὶ αὐτῆς ἐστιν ὃ βουλόμενος μᾶλλον ἐπερωτάτω, πότερον ἐπιθαλαττίδιος ἔσται τις ἢ χερσαία. Σχεδόν, ὦ ξένε, ἀπέχει θαλάττης γε ἡ πόλις, ἧς πέρι τὰ νῦν δὴ λεχθέντα ἡμῖν, εἴς τινας ὀγδοήκοντα σταδίους. Τί δέ; λιμένες ἆρ' εἰσὶ κατ' αὐτῆς, ἢ τὸ παράπαν ἀλίμενος; Εὐλίμενος μὲν οὖν ταύτη γε, ὡς δυνατόν ἐστι μάλιστα, ὦ ξένε. 12.48.3 Παπαῖ, οἷον λέγεις. τί δέ; περὶ αὐτὴν ἡ χώρα πότερα πάμφορος ἢ καί τινων ἐπιδεής; Σχεδὸν οὐδενὸς ἐπιδεής. Γείτων δὲ αὐτῆς πόλις ἆρ' ἔσται τις πλησίον; Οὐ πάνυ, διὸ κατοικίζεται· παλαιὰ γάρ τις ἐξοίκησις ἐν τῷ τόπῳ γενομένη τὴν χώραν ταύτην ἔρημον ἀπείργασται χρόνον ἀμήχανον ὅσον. Τί δέ; πεδίων τε καὶ ὀρῶν καὶ ὕλης πῶς μέρος ἑκάστων ἡμῖν εἴληχε; Προσέοικε τῇ τῆς ἄλλης Κρήτης φύσει ὅλη. Τραχυτέραν αὐτὴν ἢ πεδινωτέραν ἂν λέγοις; Πάνυ μὲν οὖν. 12.48.4 Οὐ τοίνυν ἀνίατος ἂν εἴη πρὸς ἀρετῆς κτῆσιν. εἰ μὲν γὰρ ἐπιθαλαττία τε ἔμελλεν εἶναι καὶ εὐλίμενος καὶ μὴ πάμφορος, ἀλλ' ἐπιδεὴς πολλῶν, μεγάλου τινὸς ἔδει σωτῆρός γε αὐτῇ καὶ νομοθετῶν θείων τινῶν, εἰ μὴ πολλά τε ἔμελλεν ἤθη καὶ ποικίλα καὶ φαῦλα ἕξειν τοιαύτη φύσει γενομένη· νῦν δὲ παρα 12.48.5 μύθιον ἔχει τὸ τῶν ὀγδοήκοντα σταδίων. ἐγγύτερον μέντοι τοῦ δέοντος κεῖται τῆς θαλάττης, σχεδὸν ὅσον εὐλιμενωτέραν φῂς αὐτὴν εἶναι· ὅμως δὲ ἀγαπητὸν καὶ τοῦτο. πρόσοικος γὰρ θάλαττα χώρᾳ τὸ μὲν παρ'