174
ἑκάστην ἡμέραν ἡδύ, μάλα γε μὴν ὄντως ἁλμυρὸν καὶ πικρὸν γειτόνημα· ἐμπορίας γὰρ καὶ χρηματισμοῦ διὰ καπηλείας ἐμπιπλᾶσα αὐτὴν ἤθη παλίμβολα καὶ ἄπιστα ταῖς ψυχαῖς ἐντίκτουσα, αὐτὴν πρὸς αὑτὴν τὴν πόλιν ἄπιστον καὶ ἄφιλον 12.48.6 ποιεῖ καὶ πρὸς τοὺς ἄλλους ἀνθρώπους ὡσαύτως. παραμύθιον δὲ δὴ πρὸς ταῦτα καὶ τὸ πάμφορος εἶναι κέκτηται τραχεῖα τε οὖσα δῆλον ὡς οὐκ ἂν πολυφόρος τ' εἴη καὶ πάμφορος ἅμα· τοῦτο γὰρ ἔχουσα, πολλὴν ἐξαγωγὴν ἂν παρεχομένη νομίσματος ἀργυροῦ καὶ χρυσοῦ πάλιν ἀντεμπίπλαιτ' ἄν· οὗ μεῖζον κακόν, ὡς ἔπος εἰπεῖν, πόλει ἀνθ' ἑνὸς ἓν οὐδὲν ἂν γένοιτο εἰς γενναίων καὶ δικαίων ἠθῶν κτῆσιν.» Ἀλλὰ γὰρ τοσούτων ἡμῖν καὶ μέχρι τοῦδε ἀποδεδειγμένων σκεψώμεθα ὅπως τὸν τῆς παρ' Ἑβραίοις παιδείας τρόπον δι' ὧν εἰρήκαμεν ἀποδεξάμενος τὸν Ἑλληνικὸν παραιτεῖται, γράφων ἐν τῷ δεκάτῳ τῆς Πολιτείας ὧδε·
12.49.1 μθʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΑ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΠΡΟΠΑΙ∆ΕΙΑΣ ΩΣ ΕΠΙΒΛΑΒΗ ΤΥΓΧΑΝΟΝΤΑ ΠΑΡΑΙΤΕΙΤΑΙ
«Ὡς μὲν πρὸς ὑμᾶς εἰρήσθω οὐ γάρ μου κατερεῖτε πρὸς τοὺς τῆς τραγῳδίας ποιητὰς καὶ τοὺς ἄλλους πάντας τοὺς μιμητικούς, λώβη ἔοικεν εἶναι πάντα τὰ τοιαῦτα τῆς τῶν ἀκουόντων διανοίας, ὅσοι μὴ ἔχουσι φάρμακον 12.49.2 τὸ εἰδέναι αὐτὰ οἷα τυγχάνει ὄντα. Πῇ δή, ἔφη, διανοούμενος λέγεις; Ῥητέον, ἦν δ' ἐγώ, καίτοι φιλία γέ τίς με καὶ αἰδὼς ἐκ παιδὸς ἔχουσα περὶ Ὁμήρου ἀποκωλύει λέγειν. ἔοικε γὰρ τῶν καλῶν ἁπάντων τούτων τῶν τραγικῶν πρῶτος διδάσκαλός τε καὶ ἡγεμὼν γενέσθαι. ἀλλ' οὐ γὰρ πρό γε τῆς ἀληθείας τιμητέος ἀνήρ, ἀλλ' ὃ λέγω ῥητέον. Πάνυ μὲν οὖν, ἔφη.» 12.49.3 Εἶθ' ἑξῆς ἐπιλέγει· «Τῶν μὲν τοίνυν ἄλλων πέρι μὴ ἀπαιτῶμεν λόγον Ὅμηρον μηδὲ ἄλλον ὁντινοῦν τῶν ποιητῶν ἐρωτῶντες, εἰ ἰατρικὸς ἦν αὐτῶν, ἀλλὰ μὴ μιμητὴς μόνον ἰατρικῶν λόγων, τίνας ὑγιεῖς ποιητής τις τῶν παλαιῶν ἢ τῶν νέων λέγεται πεποιηκέναι, ὥσπερ Ἀσκληπιός, ἢ τίνας μαθητὰς ἰατρικῆς κατελίπετο, ὥσπερ ἐκεῖνος τοὺς ἐγγόνους. μηδ' αὖ περὶ τὰς ἄλλας τέχνας αὐτὸν ἐρωτῶμεν, ἀλλ' 12.49.4 ἐῶμεν. περὶ δὲ τῶν μεγίστων τε καὶ καλλίστων, ὧν ἐπιχειρεῖ λέγειν Ὅμηρος, πολέμων τε πέρι καὶ στρατηγιῶν καὶ διοικήσεων πόλεων καὶ παιδείας πέρι ἀνθρώπων, δίκαιόν που ἐρωτᾶν αὐτὸν πυνθανομένους· Ὦ φίλε Ὅμηρε, εἴπερ μὴ τρίτος ἀπὸ τῆς ἀληθείας εἶ ἀρετῆς πέρι εἰδώλου δημιουργός, ὃν δὴ μιμητὴν ὡρισάμεθα, ἀλλὰ καὶ δεύτερος καὶ οἷός τε ἦσθα γινώσκειν ποῖα ἐπιτηδεύματα βελτίους ἢ χείρους ἀνθρώπους ποιεῖ ἰδίᾳ καὶ δημοσίᾳ, λέγε ἡμῖν τίς τῶν πόλεων διὰ σὲ βέλτιον ᾤκησεν, ὥσπερ διὰ Λυκοῦργον Λακεδαίμων 12.49.5 καὶ δι' ἄλλους πολλοὺς πολλαὶ μεγάλαι τε καὶ σμικραί. σὲ δὲ τίς αἰτιᾶται πόλις ἀγαθὸν νομοθέτην γεγονέναι καὶ σφᾶς ὠφεληκέναι; Χαρώνδαν μὲν γὰρ Ἰταλία καὶ Σικελία, καὶ ἡμεῖς Σόλωνα· σὲ δὲ τίς; ἕξει τινὰ εἰπεῖν; Οὐκ οἴομαι, ἔφη ὁ Γλαύκων· οὔκουν λέγεταί γε οὐδ' ὑπ' αὐτῶν Ὁμηριδῶν. Ἀλλὰ δὴ τίς πόλεμος ἐπὶ Ὁμήρου ὑπ' ἐκείνου ἄρχοντος ἢ συμβουλεύοντος εὖ πολε12.49.6 μηθεὶς μνημονεύεται; Οὐδείς. Ἀλλ' οἷα δὴ εἰς τὰ ἔργα σοφοῦ ἀνδρὸς πολλαὶ ἐπίνοιαι καὶ εὐμήχανοι εἰς τέχνας ἤ τινας ἄλλας πράξεις λέγονται, ὥσπερ αὖ Θάλεώ τε πέρι τοῦ Μιλησίου καὶ Ἀναχάρσιδος τοῦ Σκύθου; Οὐδα12.49.7 μῶς τοιοῦτον οὐθέν. Ἀλλὰ δὴ εἰ μὴ δημοσίᾳ, ἰδίᾳ τισὶν ἡγεμὼν παιδείας αὐτὸς ζῶν λέγεται Ὅμηρος γενέσθαι, οἳ ἐκεῖνον ἠγάπων ἐπὶ συνουσίᾳ καὶ τοῖς ὕστερον ὁδόν τινα παρέδοσαν βίου Ὁμηρικὴν ἄν, ὥσπερ Πυθαγόρας αὐτός τε διαφερόντως ἐπὶ τούτων ἠγαπήθη καὶ οἱ ὕστεροι ἔτι καὶ νῦν Πυθαγόρειον τρόπον ἐπονομάζοντες τοῦ βίου διαφανεῖς πη δοκοῦσιν εἶναι ἐν 12.49.8 τοῖς ἄλλοις;