176
τύχην ἐξ ἀνάγκης συνεκεράσθη, ταύτη καὶ κατὰ ταῦτα οὕτως γεγεννηκέναι τόν τε οὐρανὸν ὅλον καὶ πάντα, ὁπόσα ἂν κατ' οὐρανόν, καὶ ζῷα αὖ καὶ φυτὰ ξύμπαντα, ὡρῶν πασῶν ἐκ τούτων γενομένων, οὐ διὰ νοῦν, φασίν, οὐδὲ διά τινα 12.50.4 θεὸν οὐδὲ διὰ τέχνην, ἀλλὰ ὃ λέγομεν, φύσει καὶ τύχῃ. τέχνην δὲ ὕστερον ἐκ τούτων ὑστέραν γενομένην, θνητὴν ἐκ θνητῶν, ὕστερα γεγεννηκέναι παιδιάς τινας ἀληθείας οὐ σφόδρα μετεχούσας, ἀλλ' εἴδωλ' ἄττα ξυγγενῆ ἑαυτῶν, οἷα γραφικὴ γεννᾷ καὶ μουσικὴ καὶ ὅσαι ταύταις εἰσὶ συνέριθοι τέχναι. αἱ δ' εἴ τι καὶ σπουδαῖον ἄρα γεννῶσι τῶν τεχνῶν, εἶναι ταύτας ὁπόσαι τῇ φύσει ἐκοίνωσαν τὴν αὑτῶν δύναμιν, οἷον αὖ ἰατρικὴ καὶ γεωργικὴ καὶ γυμναστική. καὶ δὴ καὶ τὴν πολιτικὴν σμικρόν τι μέρος εἶναί φασι κοινωνοῦν φύσει, τέχνῃ δὲ πολύ· οὕτω καὶ τὴν νομοθεσίαν πᾶσαν οὐ φύσει, τέχνῃ δέ, ἧς οὐκ ἀληθεῖς εἶναι τὰς θέσεις. 12.50.5 Πῶς λέγεις; Θεούς, ὦ μακάριε, πρῶτον εἶναί φασιν οὗτοι τέχνῃ, οὐ φύσει, ἀλλά τισι νόμοις, καὶ τούτους ἄλλους ἄλλῃ, ὅπη ἕκαστοι ἑαυτοῖς συνωμολόγησαν νομοθετούμενοι. καὶ δὴ καὶ τὰ καλὰ φύσει μὲν ἄλλα εἶναι, νόμῳ δὲ ἕτερα, τὰ δὲ δὴ δίκαια οὐδ' εἶναι τὸ παράπαν φύσει, ἀλλ' ἀμφισβητοῦντας διατελεῖν ἀλλήλοις καὶ μετατιθεμένους ἀεὶ ταῦτα· ἃ δ' ἂν μετάθωνται καὶ ὅταν, τότε κύρια ἕκα12.50.6 στα εἶναι, γιγνόμενα τέχνῃ καὶ νόμοις, ἀλλ' οὐ δή τινι φύσει. ταῦτ' ἐστίν, ὦ φίλοι, ἅπαντα ἀνδρῶν σοφῶν παρὰ νέοις ἀνθρώποις, ἰδιωτῶν τε καὶ ποιητῶν, φασκόντων εἶναι τὸ δικαιότατον, ὅ τί τις ἂν νικᾷ βιαζόμενος. ὅθεν ἀσέβειαί τε ἀνθρώποις ἐμπίπτουσι νέοις, ὡς οὐκ ὄντων θεῶν οἵους ὁ νόμος προστάττει διανοεῖσθαι δεῖν, στάσεις τε διὰ ταῦτα ἑλκόντων πρὸς τὸν κατὰ φύσιν ὀρθὸν βίον, ὅς ἐστι τῇ ἀληθείᾳ κρατοῦντα ζῆν τῶν ἄλλων καὶ μὴ δουλεύοντα ἑτέροισι κατὰ νόμον. Οἷον διελήλυθας, ὦ ξένε, λόγον καὶ ὅσην λώβην ἀνθρώπων νέων δημοσίᾳ πόλεσί τε καὶ ἰδίοις οἴκοις.» 12.50.7 Καὶ μεθ' ἕτερά φησιν· «Ἀλλά γε δὴ πάλιν λέγε μοι, Κλεινία, καὶ σύ· κοινωνὸν γὰρ δεῖ σε εἶναι τῶν λόγων· κινδυνεύει γὰρ ὁ λέγων ταῦτα πῦρ καὶ ὕδωρ καὶ γῆν καὶ ἀέρα πρῶτα τῶν πάντων ἡγεῖσθαι εἶναι καὶ τὴν φύσιν ὀνομάζειν ταῦτα αὐτά, ψυχὴν δ' ἐκ τούτων ὕστερον. ἔοικε δὲ οὐ κινδυνεύειν, ἀλλ' ὄντως σημαίνειν ταῦτα ἡμῖν τῷ λόγῳ. Πάνυ μὲν οὖν. 12.50.8 Ἆρ' οὖν πρὸς ∆ιὸς οἷον πηγήν τινα ἀνοήτου δόξης ἀνευρήκαμεν ἀνθρώπων ὁπόσοι πώποτε τῶν περὶ φύσεως ἐφήψαντο ζητημάτων; σκόπει πάντα λόγον ἐξετάζων· οὐ γὰρ δὴ σμικρόν γε τὸ διαφέρον, εἰ φανεῖεν οἱ λόγων ἁπτόμενοι ἀσεβῶν ἄλλως τε ἐξάρχοντες μηδὲ εὖ τοῖς λόγοις, ἀλλ' ἐξημαρτημένως χρώμενοι. δοκεῖ τοίνυν μοι οὐ ταῦτα οὕτως ἔχειν. Εὖ λέγεις· ἀλλ' ὅπη δή, πειρῶ φράζειν. Ἔοικε τοίνυν ἀηθεστέρων ἁπτέον λόγων.» 12.50.9 Καὶ μετὰ βραχέα ἐπιλέγει· «Ψυχήν, ὦ ἑταῖρε, ἠγνοηκέναι κινδυνεύουσι μὲν ὀλίγου ξύμπαντες οἷόν τε ὂν τυγχάνει καὶ δύναμιν ἣν ἔχει, τῶν τε ἄλλων αὐτῆς πέρι καὶ δὴ καὶ γενέσεως, ὡς ἐν πρώτοις ἐστὶ σωμάτων ἔμπροσθεν πάντων γενομένη καὶ μεταβολῆς τε αὐτῶν καὶ μετακοσμήσεως ἁπάσης ἄρχει παντὸς μᾶλλον. εἰ δ' ἔστι ταῦτα οὕτως, ἆρ' οὐκ ἐξ ἀνάγκης τὰ ψυχῆς συγγενῆ πρότερα ἂν εἴη γεγονότα τῶν σώματι προσηκόντων, οὔσης γε αὐτῆς πρεσβυτέρας ἢ σώματος; Ἀνάγκη. 12.50.10 ∆όξα δὴ καὶ ἐπιμέλεια καὶ νοῦς καὶ τέχνη καὶ νόμος σκληρῶν καὶ μαλακῶν καὶ βαρέων καὶ κούφων πρότερα ἂν εἴη· καὶ δὴ καὶ τὰ μεγάλα καὶ πρῶτα ἔργα καὶ πράξεις τέχνης ἂν γίγνοιτο, ὄντα ἐν πρώτοις, τὰ δὲ φύσει καὶ φύσις, ἣν οὐκ ὀρθῶς αὐτοὶ ἐπονομάζουσι, τούτου ὕστερα καὶ ἀρχόμενα ἂν ἐκ τέχνης εἴη καὶ νοῦ. Πῶς οὐκ ὀρθῶς; 12.50.11 Φύσιν βούλονται λέγειν γένεσιν τὴν περὶ τὰ πρῶτα. εἰ δὲ φανήσεται ψυχὴ πρῶτον, οὐ πῦρ οὐδὲ ἀήρ, ψυχὴ δ' ἐν πρώτοις γεγενημένη, σχεδὸν ὀρθότατα λέγοιτ' ἂν εἶναι διαφερόντως φύσει. ταῦτ' ἔσθ' οὕτως ἔχοντα, ἂν ψυχήν τις ἐπιδείξῃ πρεσβυτέραν οὖσαν σώματος, ἄλλως δὲ οὐδαμῶς. Ἀληθέστατα