177
λέγεις.»
12.51.1 ναʹ. ΩΣ Ο ΠΛΑΤΩΝ ΤΟΝ ΠΕΡΙ ΘΕΟΥ ΚΑΤΑΣΚΕΥΑΖΕΙ ΛΟΓΟΝ «Ἄγε δή, θεὸν εἴ ποτε παρακλητέον ἡμῖν, νῦν ἔστω τοῦτο οὕτω γενόμενον· ἐπί γε ἀπόδειξιν τὴν αὑτῶν ὥστ' εἰσὶ σπουδῇ παντάπασι παρακεκλήσθων· ἐχόμενοι δὲ ὥς τινος ἀσφαλοῦς πείσματος ἐπεισβαίνωμεν εἰς τὸν νῦν λόγον. καί μοι ἐλεγχομένῳ περὶ τὰ τοιαῦτα ἐρωτήσεσι τοιαῖσδε ἀσφαλέστατα ἀπο12.51.2 κρίνεσθαι φαίνεται κατὰ τάδε· ὦ ξένε, ὁπόταν φῇ τις, ἆρα ἕστηκε πάντα, κινεῖται δὲ οὐδέν, ἢ τούτῳ πᾶν τοὐναντίον; ἢ τὰ μὲν αὐτῶν κινεῖται, τὰ δὲ μένει; τὰ μὲν κινεῖταί που, φήσω, τὰ δὲ μένει. μῶν οὖν οὐκ ἐν χώρᾳ τινὶ τά τε ἑστῶτα ἕστηκε καὶ τὰ κινούμενα κινεῖται; πῶς γὰρ οὔ; καὶ τὰ 12.51.3 μέν γε ἐν μιᾷ ἕδρᾳ που τοῦτο ἂν δρῴη, τὰ δὲ ἐν πλείοσι. τὰ τὴν τῶν ἑστώτων ἐν μέσῳ λαμβάνοντα δύναμιν λέγεις, φήσομεν, ἐν ἑνὶ κινεῖσθαι, καθάπερ ἡ τῶν ἑστάναι λεγομένων κύκλων στρέφεται περιφορά; ναί.» 12.51.4 Καὶ ἑξῆς ἐπιλέγει· «Ἔτι δὴ καὶ τῇδε εἴπωμεν καὶ ἀποκρινώμεθα πάλιν ἡμῖν αὐτοῖσιν· εἰ σταίη πως τὰ πάντα ὁμοῦ γενόμενα, καθάπερ πλεῖστοι τῶν τοιούτων τολμῶσι λέγειν, τίνα ἄρα ἐν αὐτοῖς ἀνάγκη πρώτην κίνησιν γενέσθαι τῶν εἰρημένων; 12.51.5 Τὴν αὐτὴν ἑαυτὴν δήπου κινοῦσαν· ὑπ' ἄλλης γὰρ οὐ μή ποτε ἔμπροσθεν μεταπέσῃ, μηδεμιᾶς γ' ἐν αὐτοῖς οὔσης ἔμπροσθεν μεταπτώσεως. 12.51.6 Ἀρχὴν ἄρα κινήσεων πασῶν καὶ πρώτην ἔν τε ἑστῶσι γενομένην καὶ ἐν κινουμένοις οὖσαν, τὴν αὐτὴν ἑαυτὴν κινοῦσαν, φήσομεν ἀναγκαίως εἶναι πρεσβυτάτην καὶ κρατίστην μεταβολῶν πασῶν, τὴν δὲ ἀλλοιουμένην ὑφ' ἑτέρου, κινοῦσαν δὲ ἕτερα, δευτέραν. Ἀληθέστατα λέγεις. 12.51.7 Ὁπότε δὴ τοίνυν ἐνταῦθά ἐσμεν τοῦ λόγου, τόδε ἀποκρινώμεθα. Τὸ ποῖον; Ἐὰν ἴδωμέν που ταύτην γενομένην ἐν τῷ γηΐνῳ ἢ ἐνύδρῳ ἢ πυροειδεῖ, κεχωρισμένῳ ἢ καὶ ξυμμιγεῖ, τί ποτε φήσομεν ἐν τῷ τοιούτῳ πάθος ἐνεῖναι; 12.51.8 Μῶν ἆρά με ἐρωτᾷς εἰ ζῆν αὐτὸ προσεροῦμεν, ὅταν αὐτὸ αὑτὸ κινῇ; Ναί. Ζῆν· πῶς γὰρ οὔ; Τί δέ; ὅταν ψυχὴν ἔν τισιν ὁρῶμεν, μῶν ἄλλο ἢ ταὐτὸν τούτῳ ζῆν ὁμολογητέον; Οὐκ ἄλλο. Ἔχε δὴ πρὸς ∆ιός· ἆρ' οὐκ ἂν ἐθέλοις περὶ ἕκαστον τρία νοεῖν; 12.51.9 Πῶς λέγεις; Ἓν μὲν τὴν οὐσίαν, ἓν δὲ τῆς οὐσίας τὸν λόγον, ἓν δὲ τὸ ὄνομα· καὶ δὴ καὶ ἐρωτήσεις εἶναι περὶ τὸ ὂν ἅπαν δύο. Πῶς; Τοτὲ μὲν ἡμῶν ἕκαστον τοὔνομα προτεινόμενον αὐτὸ τὸν λόγον ἀπαιτεῖν, τοτὲ δὲ τὸν λόγον αὐτὸν προτεινόμενον ἐρωτᾶν αὖ τοὔνομα. ἆρά γε τοιόνδε αὖ βουλόμεθα νῦν λέγειν; 12.51.10 Τὸ ποῖον; Ἔστι που δίχα διαιρούμενον εἰς ἴσα μέρη ἐν ἄλλοισί τε καὶ ἐν ἀριθμῷ. τούτῳ δὴ τῷ κατ' ἀριθμὸν ὄνομα μὲν ἄρτιον, λόγος δὲ «ἀριθμὸς διαιρούμενος εἰς ἴσα δύο μέρη.» Ναί. 12.51.11 Τὸ τοιοῦτον φράζω. Μῶν οὖν οὐ ταὐτὸν ἑκατέρως προσαγορεύομεν, ἐάν τε τὸν λόγον ἐρωτώμενοι τοὔνομα ἀποδιδῶμεν ἐάν τε τοὔνομα τὸν λόγον, ἄρτιον ὀνόματι καὶ λόγῳ «δίχα διαιρούμενον ἀριθμὸν» προσαγορεύοντες, ταὐτὸν ὄν; Παντάπασι μὲν οὖν. 12.51.12 Ὧι δὴ ψυχὴ τοὔνομα, τίς τούτου λόγος; ἔχομεν ἄλλον πλὴν τὸν νῦν δὴ ῥηθέντα, τὴν δυναμένην αὐτὴν ἑαυτὴν κινεῖν κίνησιν; «Τὸ ἑαυτὸ κινεῖν» φῂς λόγον ἔχειν τὴν αὐτὴν οὐσίαν ἥνπερ τοὔνομα, ὃ δὴ πάντες ψυχὴν προσαγορεύομεν; 12.51.13 Φημί γε. εἰ δ' ἔστι τοῦτο οὕτως ἔχον, ἆρ' ἔτι ποθοῦμεν μὴ ἱκανῶς δεδεῖχθαι ψυχὴν ταὐτὸν ὂν καὶ τὴν πρώτην γένεσιν καὶ κίνησιν τῶν τε ὄντων καὶ γεγονότων καὶ ἐσομένων καὶ πάντων αὖ τῶν ἐναντίων τούτοις, ἐπειδή γε ἀνεφάνη μεταβολῆς τε καὶ κινήσεως ἁπάσης αἰτία ἅπασιν; Οὔκ, ἀλλὰ ἱκανώτατα δέδεικται ψυχὴ τῶν πάντων πρεσβυτάτη, γενομένη γε ἀρχὴ κινήσεως. 12.51.14 Ἆρ' οὖν οὐχ ἡ δι' ἕτερον ἐν ἄλλῳ γιγνομένη κίνησις, αὐτὸ δὲ ἐν αὑτῷ μηδέποτε παρέχουσα κινεῖσθαι μηδέν,