177
ἀποθέμενος, καὶ γυμνῇ σχεδὸν τὴν οἰκουμένην περιιὼν τῇ ψυχῇ, καὶ πᾶν πάθος ἐξορίσας τῆς διανοίας, καὶ τῶν ἀσωμάτων δυνάμεων τὴν ἀπάθειαν μιμούμενος· τὰ μὲν ἄλλα πάντα ῥᾳδίως ἔφερεν ὡς ἐν ἀλλοτρίῳ πάσχων σώματι, καὶ δεσμωτήρια καὶ ἁλύσεις καὶ ἀπαγωγὰς καὶ μάστιγας καὶ ἀπειλὰς καὶ θάνατον, καὶ πᾶν κολάσεως εἶδος· μιᾶς δὲ ψυχῆς ἀγαπωμένης παρ' αὐτοῦ χωρισθεὶς, οὕτω συνεχύθη καὶ διεταράχθη, ὡς ἐν ᾗ τὸν ἀγαπώμενον προσδοκῶν ἰδεῖν οὐχ εὗρεν, εὐθέως καὶ τῆς πόλεως ἀποπηδῆσαι. Τί τοῦτο, ὦ μακάριε Παῦλε; ξύλῳ μὲν δεδεμένος, καὶ δεσμωτήριον οἰκῶν, καὶ μάστιγας ἔχων ἐπικειμένας, καὶ τὰ νῶτα αἵματι περιῤῥεόμενος, καὶ ἐμυσταγώγεις καὶ ἐβάπτιζες, καὶ θυσίαν προσῆγες, καὶ ἑνὸς οὐ κατεφρόνησας μέλλοντος σώζεσθαι· εἰς δὲ τὴν Τρῳάδα ἐλθὼν καὶ τὴν ἄρουραν εὑρὼν ἐκκεκαθαρμένην, καὶ ἑτοίμην οὖσαν τὰ σπέρματα ὑποδέξασθαι, τοσοῦτον ἔῤῥιψας ἀπὸ τῶν χειρῶν κέρδος, καὶ ἀπεπήδησας εὐθέως; Ναὶ, φησί· πολλῇ γὰρ κατεσχέθην ἀθυμίας τυραννίδι, καὶ σφόδρα μου συνέσχε τὴν διάνοιαν ἡ Τίτου ἀπουσία, καὶ οὕτω μου ἐκράτησε καὶ περιεγένετο, ὡς ἀναγκάσαι τοῦτο ποιῆσαι. Εἶδες πῶς μέγιστος ἆθλος τὸ δυνηθῆναι ἐνεγκεῖν πράως 63.793 ἀγαπωμένου χωρισμόν; πῶς ὀδυνηρὸν πρᾶγμα καὶ πικρόν; πῶς ὑψηλῆς δεόμενον καὶ νεανικῆς ψυχῆς; Οὐδὲ γὰρ ἀρκεῖ τοῖς ἀγαπῶσι μόνον τὸ τῇ ψυχῇ συνδεδέσθαι, οὐδὲ ἀποχρῶνται τούτῳ εἰς παραμυθίαν, ἀλλὰ καὶ σωματικῆς δέονται παρουσίας· κἂν μὴ τοῦτο προσῇ, οὐ μικρὸν τῆς εὐφροσύνης ὑποτέτμηται μέρος. Βούλει μαθεῖν ἡλίκον ὅπλον ἐστὶν εἰς τὸ τοὺς ἀδελφοὺς ἐπισπᾶσθαι, κἂν ἄπιστοί τινες εἶεν, τὸ πρᾶον εἶναι καὶ ἥμερον καὶ γλυκὺν παρεχόμενον τρόπον; ἄκουσον τί φησιν ὁ Παῦλος πρὸς δικαστὴν εἰσιὼν ἄπιστον κριθησόμενος· Μακάριον ἥγημαι ἐμαυτὸν, μέλλων ἐπὶ σοῦ κρίνεσθαι. Ταῦτα δὲ ἔλεγεν, οὐ κολακεύων αὐτόν· ἄπαγε· ἀλλὰ διὰ τῆς ἡμερότητος κερδᾶναι βουλόμενος. ∆ιὸ καὶ ἐκ μέρους ἐκέρδανε, καὶ τὸν δικαστὴν εἷλεν ὁ τέως κατάδικος εἶναι νομιζόμενος, καὶ τὴν νίκην αὐτὸς ὁ χειρωθεὶς ὁμολογεῖ λαμπρᾷ τῇ φωνῇ παρόντων ἁπάντων, λέγων· Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν γενέσθαι. Τί οὖν ὁ Παῦλος; Εὐξαίμην ἂν ἔγωγε, μὴ μόνον σὲ, ἀλλὰ καὶ τοὺς παρόντας ἅπαντας τοῦτο γενέσθαι, ὅπερ ἐγώ. Πολλὰ μὲν οὖν πολλαχοῦ τῶν Παύλου θαυμάτων τὰ σημεῖα τυγχάνει, ἀλλ' οὐχ οὕτως ἐστὶ ποθεινὰ ὡς τὰ στίγματα· καὶ οὐχ οὕτω με ἐν ταῖς Γραφαῖς εὐφραίνει θαύματα ἐργαζόμενος, ὥσπερ πάσχων κακῶς, μαστιζόμενος, συρόμενος, λιθαζόμενος· Λιθάσαντες γὰρ αὐτὸν, φησὶν, ἔσυρον ἔξω τῆς πόλεως· καὶ πάλιν, ∆είραντες αὐτὸν, καὶ ἐπιθέντες πολλὰς πληγὰς, ἔβαλον εἰς φυλακήν. Πόσον καύχημα, πόση ἡδονὴ, πόση τιμὴ, πόση λαμπρότης, εἰδέναι, ὅτι διὰ τὸν Χριστὸν ἐδέθη; Ἀλλ' ὅρα τὸ θαυμαστόν· Καὶ ἐσείσθη, φησὶ, τὸ δεσμωτήριον δεδεμένου Παύλου, καὶ πάντων τὰ δεσμὰ ἀνέθη. Εἶδες δεσμῶν φύσιν τὰ δεσμὰ ἀναλύουσαν; Ἔξυπνος δὲ γενόμενος ὁ δεσμοφύλαξ, καὶ ἰδὼν ἀνεῳγμένας τὰς θύρας τῆς φυλακῆς, σπασάμενος μάχαιραν, ἔμελλεν ἑαυτὸν ἀναιρεῖν. Τί οὖν ὁ Παῦλος; Ἐφώνησε φωνῇ μεγάλῃ, λέγων, Μηδὲν πράξῃς σαυτῷ κακόν· πάντες γάρ ἐσμεν ἐνθάδε. Ὁρᾷς αὐτοῦ τὸ ἀκενόδοξον, καὶ τὸ ἄτυφον καὶ τὸ φιλόστοργον; Οὐκ εἶπεν ὅτι ∆ι' ἡμᾶς ταῦτα γέγονεν, ἀλλ' ὡσανεὶ τῶν δεσμωτῶν εἷς, φησί· Πάντες γάρ ἐσμεν ἐνθάδε. Εἰ γὰρ ἐσίγησε, καὶ μὴ διὰ τῆς μεγάλης φωνῆς κατέσχεν ἐκείνου τὰς χεῖρας, ὤθησεν ἂν διὰ τοῦ λαιμοῦ τὸ ξίφος. Ἐβόησε δὲ, ἐπειδὴ εἰς τὴν ἐνδοτέραν φυλακὴν ἦν βεβλημένος. Κατὰ σαυτοῦ τοῦτο πεποίηκας, φησὶν, ἐνδοτέρω βαλὼν τοὺς μέλλοντάς σε ἐλευθεροῦν τοῦ κινδύνου. Εἶδες τὸ φιλάνθρωπον καὶ κηδεμονικὸν τοῦ Παύλου; εἵλετο δεδέσθαι μᾶλλον καὶ κινδυνεύειν αὐτὸς, ἢ ἐκεῖνον ἰδεῖν ἀπολλύμενον. Καὶ καθάπερ τις στρατιώτης τὴν οἰκουμένην πολεμοῦσαν ἔχων ἅπασαν, καὶ ἐν μέσοις τοῖς τάγμασι τῶν πολεμίων στρεφόμενος, καὶ μηδὲν πάσχων δεινόν· οὕτω καὶ Παῦλος, μόνος ἐν βαρβάροις, ἐν Ἕλλησι, πανταχοῦ γῆς, πανταχοῦ θαλάττης φαινόμενος. Καὶ ὥσπερ σπινθὴρ εἰς καλάμην ἢ χόρτον ἐμπίπτων πρὸς τὴν αὐτοῦ