178
δευτέρα τε καὶ ὁπόσων ἀριθμῶν βούλοιτο ἄν τις ἀριθμεῖν αὐτὴν πολλοστὴν τοσούτων, σώματος οὖσα ὄντως ἀψύχου μεταβολή; Ὀρθῶς. 12.51.15 Ὀρθῶς ἄρα καὶ κυρίως ἀληθέστατά τε καὶ τελεώτατα εἰρηκότες ἂν εἴημεν ψυχὴν μὲν προτέραν γεγονέναι σώματος ἢ μή;, σῶμα δὲ δεύτερόν τε καὶ ὕστερον ψυχῆς ἀρχούσης, ἀρχόμενον κατὰ φύσιν. Ἀληθέστατα μὲν οὖν. 12.51.16 Μεμνήμεθά γε μὴν ὁμολογήσαντες ἐν τοῖς πρόσθεν ὡς εἰ ψυχὴ φανείη πρεσβυτέρα σώματος οὖσα, καὶ τὰ ψυχῆς τῶν τοῦ σώματος ἔσοιτο πρεσβύτερα. Πάνυ μὲν οὖν. 12.51.17 Τρόποι δὴ καὶ ἤθη καὶ βουλήσεις καὶ λογισμοὶ καὶ δόξαι ἀληθεῖς ἐπιμέλειαί τε καὶ μνῆμαι πρότερα μήκους σωμάτων καὶ πλάτους καὶ βάθους καὶ ῥώμης εἴη γεγονότα ἄν, εἴπερ καὶ ψυχὴ σώματος. Ἀνάγκη. 12.51.18 Ἆρ' οὖν τὸ μετὰ τοῦτο ὁμολογεῖν ἀναγκαῖον τῶν τε ἀγαθῶν αἰτίαν εἶναι ψυχὴν καὶ τῶν κακῶν καὶ καλῶν καὶ αἰσχρῶν δικαίων τε καὶ ἀδίκων καὶ πάντων τῶν ἐναντίων, εἴπερ τῶν πάντων γε αὐτὴν θήσομεν αἰτίαν; Πῶς γὰρ οὔ; 12.51.19 Ψυχὴν δὴ διοικοῦσαν καὶ ἐνοικοῦσαν ἐν ἅπασι τοῖς πάντη κινουμένοις μῶν οὐ καὶ τὸν οὐρανὸν ἀνάγκη διοικεῖν φάναι; Τί μήν; Μίαν ἢ πλείους; Πλείους· ἐγὼ ὑπὲρ σφῶν ἀποκρινοῦμαι. δυοῖν μέν γέ που ἔλαττον μηδὲν τιθῶμεν, τῆς τε εὐεργέτιδος καὶ τῆς τἀναντία δυναμένης ἐξεργάζεσθαι. 12.51.20 Σφόδρα ὀρθῶς εἴρηκας. Εἶεν. ἄγει μὲν δὴ ψυχὴ πάντα τὰ κατ' οὐρανὸν καὶ γῆν καὶ θάλατταν ταῖς αὑτῆς κινήσεσιν, αἷς ὀνόματά ἐστι βούλεσθαι, σκοπεῖσθαι, ἐπιμελεῖσθαι, βουλεύεσθαι, δοξάζειν ὀρθῶς, ἐψευσμένως, χαίρουσαν, λυπουμένην, θαρροῦσαν, φοβουμένην, μισοῦσαν, στέργουσαν καὶ πάσαις, ὅσαι τούτων ξυγγενεῖς πρωτουργοὶ κινήσεις δευτερουργοὺς αὖ παραλαμβάνουσαι κινήσεις σωμάτων ἄγουσι πάντα εἰς αὔξησιν καὶ φθίσιν καὶ διάκρισιν καὶ σύγκρισιν καὶ τούτοις ἑπομένας θερμότητας ψύξεις, βαρύτητας κουφότητας, σκληρὸν καὶ μαλακόν, λευκὸν καὶ μέλαν, αὐστηρὸν καὶ γλυκὺ καὶ πᾶσιν οἷς ψυχὴ χρωμένη, νοῦν μὲν προσλαμβάνουσα αἰεὶ θεῖον ὀρθῶς θεοῖς ὀρθὰ καὶ εὐδαίμονα παιδαγωγεῖ 12.51.21 πάντα, ἀνοίᾳ δὲ ξυγγενομένη πάντα αὖ τἀναντία τούτοις ἀπεργάζεται. τιθῶμεν ταῦτα οὕτως ἔχειν; ἢ ἔτι διστάζομεν εἰ ἑτέρως πως ἔχει; Οὐδαμῶς. Πότερον οὖν δὴ ψυχῆς τὸ γένος ἐγκρατὲς οὐρανοῦ καὶ γῆς καὶ πάσης τῆς περιόδου γεγονέναι φῶμεν τὸ φρόνιμον καὶ ἀρετῆς πλῆρες, ἢ τὸ μηδέτερα 12.51.22 κεκτημένον; βούλεσθε οὖν πρὸς ταῦτα ὧδε ἀποκρινώμεθα· εἰ μέν, ὦ θαυμάσιε, φῶμεν, ἡ ξύμπασα οὐρανοῦ ὁδὸς ἅμα καὶ φορὰ καὶ τῶν ἐν αὐτῷ ὄντων πάντων νοῦ κινήσει καὶ περιφορᾷ καὶ λογισμοῖς ὁμοίαν φύσιν ἔχει καὶ ξυγγενῶς ἔρχεται, δῆλον ὡς τὴν ἀρίστην ψυχὴν φατέον ἐπιμελεῖσθαι τοῦ κόσμου παντὸς καὶ ἄγειν αὐτὸν τὴν τοιαύτην ὁδὸν ἐκείνην. Ὀρθῶς. 12.51.23 Εἰ δὲ μανικῶς τε καὶ ἀτάκτως ἔρχεται, τὴν κακήν. Καὶ ταῦτα ὀρθότατα. Τίνα οὖν δὴ νοῦ κίνησις φύσιν ἔχει; τοῦτο ἤδη χαλεπόν, ὦ φίλοι, ἐρώτημα ἀποκρινόμενον εἰπεῖν ἐμφρόνως. διὸ δὴ καὶ ἐμὲ τῆς ἀποκρίσεως ὑμῖν δίκαιον τὰ νῦν προσλαμβάνειν. Εὖ λέγεις. 12.51.24 Μὴ νῦν ἐξ ἐναντίας οἷον εἰς ἥλιον ἀποβλέποντες νύκτα ἐν μεσημβρίᾳ ἐπαγόμενοι, ποιησώμεθα τὴν ἀπόκρισιν, ὡς νοῦν ποτε ἤδη τοῖς ὄμμασιν ὀψόμενοί τε καὶ γνωσόμενοι ἱκανῶς· πρὸς δὲ εἰκόνα τοῦ ἐρωτωμένου βλέποντας ἀσφαλέστερον ὁρᾶν. 12.51.25 Πῶς λέγεις; Ἧι προσέοικε κινήσει νοῦς τῶν δέκα ἐκείνων κινήσεων τὴν εἰκόνα λάβωμεν, ἣν συναναμνησθεὶς ὑμῖν ἐγὼ κοινῇ τὴν ἀπόκρισιν ποιήσομαι. Κάλλιστα ἂν λέγοις. Μεμνήμεθα τοίνυν τοῦτό γε τοσοῦτον τῶν τότε, ὅτι τῶν πάντων τὰ μὲν κινεῖσθαι, τὰ δὲ μένειν ἔθεμεν. Ναί. 12.51.26 Τῶν δ' αὖ κινουμένων τὰ μὲν ἐν ἑνὶ τόπῳ κινεῖσθαι, τὰ δ' ἐν πλείοσι φερόμενα. Ἔστι ταύτη. Τούτοιν δὴ τοῖν κινήσεοιν τὴν ἐν ἑνὶ φερομένην ἀεὶ περὶ γέ τι μέσον ἀνάγκη κινεῖσθαι τῶν ἐντόρνων μίμημά τι κύκλων εἶναί τε αὐτὴν τῇ τοῦ νοῦ περιόδῳ πάντως ὡς δυνατὸν οἰκειοτάτην τε καὶ ὁμοίαν. 12.51.27 Πῶς λέγεις; Τὸ