1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

178

φύσιν μετατίθησι τὰ καιόμενα, οὕτω καὶ οὗτος ἅπασιν ἐπιὼν, πάντας μεθίστη πρὸς τὴν ἀλήθειαν. Τίνα οὐκ ἂν ἐκπλήξειεν ἡ τῶν περικειμένων τῷ μακαρίῳ Παύλῳ δεσμῶν δύναμις; ὅτι τοὺς δήσαντας εἰς τοὺς πόδας ἦγε τοῦ δεδεμένου, καὶ ὑποχειρίους ἐκείνους τούτου ἐποίει. Προσέπεσε γὰρ, φησὶν, ὁ δεσμοφύλαξ τῷ Παύλῳ· καὶ ὁ λελυμένος ὑπὸ τοὺς πόδας ἦν τοῦ 63.794 δεδεμένου, καὶ ὁ δήσας ἠξίου τὸν δεθέντα λυθῆναι τοῦ φόβου. Οὐχὶ σὺ ἔδησας, εἰπέ μοι; οὐχὶ εἰς τὴν ἐσωτέραν ἔβαλες φυλακήν; οὐχὶ εἰς τὸ ξύλον ἠσφαλίσω τοὺς πόδας; τί τρέμεις; τί θορυβῇ· τί δακρύεις; τί τὸ ξίφος ἐπεσπάσω; Οὐκ ᾔδειν, φησὶν, ὅτι τοσαύτη τῶν τοῦ Χριστοῦ δεσμίων ἡ δύναμις. Τί λέγεις; οὐρανοὺς ἔλαβεν ἐξουσίαν ἀνοίγειν, καὶ δεσμωτήριον οὐκ ἔμελλεν ἀνοίγειν; τοὺς ὑπὸ δαιμόνων δεδεμένους ἔλυε, καὶ σιδήριον ἔμελλεν αὐτοῦ περιέσεσθαι; Ὁ ψυχὰς τοίνυν δεδεμένας λύων, τὸ σῶμα τοῦ αὐτοῦ οὐκ ἂν ἴσχυσε λῦσαι; ὁ διὰ τῶν ἱματίων αὐτοῦ ἑτέρους τῶν δεσμῶν ἐκείνων λύων, καὶ τῶν δαιμόνων ἀπαλλάττων, αὐτὸς δι' ἑαυτοῦ ἑαυτὸν οὐκ ἂν ἔλυσεν; ∆ιὰ τοῦτο πρῶτον ἐδέθη, καὶ τότε τοὺς δεδεμένους ἔλυσεν, ἵνα μάθῃς, ὅτι οἱ τοῦ Χριστοῦ δοῦλοι δεδεμένοι πολλῷ τῶν λελυμένων μείζονα ἔχουσι τὴν ἰσχύν· οὕτω γὰρ λαμπροτέρα ἡ ἰσχὺς τοῦ ἁγίου δείκνυται, ὅταν καὶ δεδεμένος τῶν λελυμένων κρατῇ. Ὅταν οὖν ὁ δεδεμένος μὴ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τοὺς δεδεμένους λύῃ, τί τῶν τοίχων τὸ ὄφελος; τί τὸ πλέον ἀπὸ τοῦ εἰς τὴν ἐσωτέραν αὐτὸν βαλεῖν φυλακὴν, ὅπου γε καὶ τὴν ἐξωτέραν ἀνέῳξεν; Βούλεσθε μαθεῖν ὅσον ἐστὶν ἅλυσις σιδηρᾶ διὰ Χριστὸν περικειμένη σώματι δουλικῷ; ἀκούσατε τοῦ μακαρίου Παύλου τὸ αὐτὸ τοῦτο ἐγκαυχωμένου καὶ λέγοντος· Παρακαλῶ οὖν ὑμᾶς ἐγὼ ὁ δέσμιος ἐν Κυρίῳ. Καὶ γὰρ μέγα ἀξίωμα καὶ σφοδρὸν καὶ βασιλείας καὶ ὑπατείας καὶ πάντων μεῖζον τὸ διὰ τὸν Χριστὸν δεδέσθαι. Οὐδὲν γὰρ οὕτω λαμπρὸν, ὡς δέσμιος διὰ Χριστὸν, ὡς αἱ ἁλύσεις αἱ περικείμεναι ταῖς ἁγίαις χερσὶν ἐκείναις· τοῦτο τοῦ ἀπόστολον εἶναι, τοῦ διδάσκαλον εἶναι, τοῦ εὐαγγελιστὴν εἶναι, κατὰ πολὺ λαμπρότερον καὶ σεμνότερον. Εἴ τις φιλεῖ τὸν Χριστὸν, ἔγνω τὸ λεγόμενον· εἴ τις μαίνεται καὶ περικαίεται τοῦ ∆εσπότου, οἶδε τὴν δύναμιν τῶν δεσμῶν· ἕλοιτο ἂν δέσμιος εἶναι διὰ Χριστὸν, ἢ τοὺς οὐρανοὺς οἰκεῖν. Τὸ γὰρ καὶ τοῦ καθίσαι ἐκ δεξιῶν αὐτοῦ, τοῦτο λαμπρότερον, καὶ τοῦ καθίσαι ἐπὶ δώδεκα θρόνων τοῦτο σεμνότερον καὶ μακαριστότερον. Εἴ τις ἐμοὶ τὸν οὐρανὸν ἐχαρίζετο πάντα, ἢ τὴν ἅλυσιν ἐκείνην, ᾗ τὰς χεῖρας ὁ Παῦλος ἐδέδετο, ἐκείνην ἂν ἐγὼ προετίμησα· εἴ τις με μετὰ τῶν ἀγγέλων ἵστη ἄνω ἢ μετὰ Παύλου δεδεμένου, τὸ δεσμωτήριον ἂν εἱλόμην· εἴ τίς με μετ' ἐκείνων ἐποίει τῶν δυνάμεων τῶν περὶ τὸν θρόνον, ἢ δεσμώτην τοιοῦτον, τοιοῦτος ἂν εἱλόμην γενέσθαι δεσμώτης· καὶ γὰρ οὐδὲν βέλτιον τοῦ κακῶς παθεῖν τι διὰ Χριστόν. Εἴ τίς μοι νεκροὺς ἔδωκεν ἀναστῆσαι νῦν, οὐκ ἂν τοῦτο εἱλόμην, ἀλλὰ τὴν ἅλυσιν· καὶ γὰρ οὐδὲν τῆς ἁλύσεως ἐκείνης μακαριώτερον. Ἐβουλόμην ἐν τοῖς τόποις γενέσθαι νῦν ἐκείνοις, ἐν οἷς ἐκεῖνα τὰ δεσμὰ μένει, καὶ ἰδεῖν τὰς ἁλύσεις, ἃς δεδοίκασι μὲν δαίμονες καὶ φρίττουσιν, αἰδοῦνται δὲ ἄγγελοι. Εἰ τῶν ἐκκλησιαστικῶν φροντίδων ἐκτὸς ἤμην, καὶ τὸ σῶμα εὔρωστον εἶχον, οὐκ ἂν παρῃτησάμην ἀποδημίαν τοσαύτην ποιήσασθαι ὑπὲρ τοῦ τὰς ἁλύσεις μόνον ἰδεῖν, καὶ τὸ δεσμωτήριον ἔνθα ὁ Παῦλος ἐδέδετο. Εἴ τίς μοι τὸν Παῦλον ἐδίδου ἀπὸ τοῦ οὐρανοῦ διακύπτοντα ἰδεῖν, καὶ φωνὴν ἀφιέντα, ἢ ἐκ τοῦ δεσμωτηρίου· ἐκ τοῦ δεσμω 63.795 τηρίου ἂν εἱλόμην· οἱ γὰρ ἐκ τοῦ οὐρανοῦ πρὸς αὐτὸν ἔρχονται, ὅταν εἰς τὸ δεσμωτήριον ᾖ. Ὢ μακαρίων δεσμῶν, ὢ μακαρίων χειρῶν, ἃς ἐκόσμησεν ἡ ἅλυσις ἐκείνη ἡ περιτεθεῖσα τῷ Παύλῳ! Οὐκ ἦσαν οὕτω τίμιαι αἱ χεῖρες αὐτοῦ, τὸν χωλὸν τὸν ἐν Λύστροις ἐγείρασαι, ὡς τὰ δεσμὰ περικείμεναι. Εἰ κατ' ἐκείνους τοὺς χρόνους ἤμην ἐγὼ, τότε ἂν μάλιστα αὐτὰς περιεπτυξάμην, καὶ ἐπὶ τὰς κόρας ἔθηκα τὰς ἐμάς· οὐκ ἂν ἐπαυσάμην καταφιλῶν χεῖρας καταξιωθείσας ὑπὲρ τοῦ ∆εσπότου δεθῆναι τοῦ ἐμοῦ. Οὐχ οὕτως αὐτὸν μακαρίζω, ὅτι εἰς τρίτον οὐρανὸν ἡρπάγη, καὶ εἰς τὸν παράδεισον, ὡς ὅτι εἰς