181
μεγίσταις, ταράττῃ τὰ νῦν ὅταν ἐν ἅπασι τούτοις ἰδών ἢ δι' ἀκοῆς αἰσθόμενος ἢ καὶ παντάπασιν αὐτὸς αὐτῶν τινι προστυχής πολλῶν ἀσεβημάτων καὶ δεινῶν γενομένων τισὶ δι' αὐτὰ ταῦτα ἐκ σμικρῶν εἰς τυραννίδας τε καὶ τὰ μέγιστα ἀφικομένους· τότε διὰ πάντα τὰ τοιαῦτα δῆλος εἶ μέμφεσθαι μὲν θεοὺς ὡς αἰτίους ὄντας τῶν τοιούτων διὰ ξυγγένειαν οὐκ ἂν ἐθέλων, ἀγόμενος δὲ ὑπό τε ἀλογίας ἅμα καὶ οὐ δυνάμενος δυσχεραίνειν θεοὺς εἰς τοῦτο νῦν τὸ πάθος ἐλήλυθας, ὥστ' εἶναι μὲν δοκεῖν 12.52.3 αὐτούς, τῶν δ' ἀνθρωπίνων καταφρονεῖν καὶ ἀμελεῖν πραγμάτων. ἵνα οὖν μὴ ἐπὶ μεῖζον ἔλθῃ σοι πάθος πρὸς ἀσέβειαν τὸ νῦν παρὸν δόγμα, ἀλλ' ἐάν πως οἷον ἀποδιοπομπήσασθαι λόγοις αὖ τὸ προσιὸν γενώμεθα δυνατοί, πειρώμεθα, συνάψαντες τὸν ἑξῆς λόγον ᾧ πρὸς τὸν παράπαν οὐχ ἡγούμενον θεοὺς 12.52.4 ἐξ ἀρχῆς διεπερανάμεθα, τούτῳ τὰ νῦν προσχρήσασθαι. σὺ δ', ὦ Κλεινία καὶ Μέγιλλε, ὑπὲρ τοῦ νέου, καθάπερ ἐν τοῖς ἔμπροσθεν, ἀποκρινόμενοι διαδέχεσθε· ἐὰν δέ τι δύσκολον ἐγγίγνηται τοῖς λόγοις, ἐγὼ σφῷν, ὥσπερ νῦν, δεξάμενος διαβιβῶ τὸν ποταμόν. Ὀρθῶς λέγεις· καὶ σύ τε οὕτω ταῦτα δρᾶ ποιήσομέν τε ἡμεῖς εἰς τὸ δυνατὸν ἃ λέγεις. 12.52.5 Ἀλλ' οὐδὲν τάχ' ἂν ἴσως εἴη χαλεπὸν ἐνδείξασθαι τοῦτό γε, ὡς ἐπιμελεῖς σμικρῶν εἰσὶ θεοὶ οὐχ ἧττον, μᾶλλον δὲ ἢ τῷ μεγέθει διαφερόντων. ἤκουε γάρ που καὶ παρῆν τοῖς νῦν δὴ λεγομένοις ὡς ἀγαθοί γε ὄντες πᾶσαν ἀρετὴν τὴν τῶν πάντων ἐπιμέλειαν, οἰκειοτάτην αὐτῶν οὖσαν, κέκτηνται. ἦ γάρ; Καὶ σφόδρα γε ἐπήκουε. 12.52.6 Τὸ μετὰ τοῦτο τοίνυν κοινῇ συνεξεταζόντων, τίνα λέγοντες ἀρετὴν αὐτῶν ὁμολογοῦμεν ἀγαθοὺς αὐτοὺς εἶναι. φέρε, τὸ σωφρονεῖν νοῦν τε κεκτῆσθαι φαμὲν ἀρετῆς, τὰ δὲ ἐναντία κακίας; Φαμέν. Τί δέ; ἀρετῆς μὲν ἀνδρίαν εἶναι, δειλίαν δὲ κακίας; 12.52.7 Πάνυ μὲν οὖν. Καὶ τὰ μὲν αἰσχρὰ τούτων, τὰ δὲ καλὰ φήσομεν; Ἀνάγκη. Καὶ τῶν μὲν προσήκειν ἡμῖν, εἴπερ, ὁπόσα φλαῦρα, θεοῖς δὲ οὔτε μέγα οὔτε σμικρὸν τῶν τοιούτων μετὸν ἐροῦμεν; Καὶ ταῦθ' οὕτως ὁμολογοῖ πᾶς ἄν. 12.52.8 Τί δέ; ἀμέλειάν τε καὶ ἀργίαν καὶ τρυφὴν εἰς ἀρετὴν ψυχῆς θήσομεν; ἢ πῶς λέγεις; Καὶ πῶς; Ἀλλ' εἰς τοὐναντίον; Ναί. Τἀναντία ἄρα τούτοις εἰς τἀναντία· τρυφῶν δὴ καὶ ἀμελὴς ἀργός τε, ὃν ὁ ποιητὴς κηφῆσι κοθούροισι μάλιστα εἴκελον ἔφασκεν εἶναι, γίγνοιτ' ἂν ὁ τοιοῦτος πᾶς ἡμῖν; 12.52.9 Ὀρθότατά γε εἰπών. Οὐκοῦν τόν γε θεὸν οὐ ῥητέον ἔχειν ἦθος τοιοῦτον ὅ γε αὐτὸς μισεῖ· τῷ δέ τι τοιοῦτον φθέγγεσθαι πειρωμένῳ οὐκ ἐπιτρεπτέον. Οὐ μὲν δή· πῶς γὰρ ἄν; Ὧι δὴ προσήκει μὲν πράττειν καὶ ἐπιμελεῖσθαι διαφερόντως τινός, ὁ δὲ τούτου τοῦ γένους τῶν μὲν μεγάλων ἐπιμελεῖται, τῶν σμικρῶν δὲ ἀμελεῖ, κατὰ τίνα οὖν ἐπαινοῦντες τὸν τοιοῦτον λόγον οὐκ ἂν παντάπασι πλημμελοῖμεν; σκοπῶμεν δὲ ὧδε· ἆρ' οὐ κατὰ δύο εἴδη τὸ τοιοῦτον πράττει ὁ πράττων, εἴτε θεὸς εἴτε ἄνθρωπος; Ποίω λέγομεν; 12.52.10 Ἢ διαφέρον οὐδὲν οἰόμενος εἶναι τῷ ὅλῳ ἀμελουμένων τῶν σμικρῶν, ἢ ῥᾳθυμίᾳ καὶ τρυφῇ, εἰ διαφέρει, ὁ δὲ ἀμελεῖ· ἢ ἔστιν ἄλλως πως γιγνομένη ἀμέλεια; οὐ γάρ που, ὅταν γε ἀδύνατος ᾖ τῶν πάντων ἐπιμελεῖσθαι, τότε ἀμέλεια ἔσται τῶν σμικρῶν ἢ μεγάλων μὴ ἐπιμελουμένῳ, ὧν ἂν δυνάμει φαῦλος ᾖ τις ὢν ἐλλιπὴς καὶ μὴ δυνατὸς ἐπιμελεῖσθαι γίγνηται. Πῶς γὰρ ἄν; 12.52.11 Νῦν δύο ὄντες τρισὶν ἡμῖν οὖσιν ἀποκρινάσθωσαν, οἱ θεοὺς μὲν ἀμφότεροι ὁμολογοῦντες εἶναι, παραιτητοὺς δὲ ἕτερος, ὁ δὲ ἀμελεῖς τῶν σμικρῶν. πρῶτον μὲν θεὸν ἀμφότεροί φατε γινώσκειν καὶ ὁρᾶν καὶ ἀκούειν πάντα, λαθεῖν δὲ αὐτὸν οὐδὲν δυνατὸν εἶναι τῶν ὁπόσων εἰσὶν αἰσθήσεις τε καὶ ἐπιστῆμαι. ταύτη λέγετε ἔχειν ταῦτα, ἢ πῶς; Οὕτως. 12.52.12 Τί δέ; δύνασθαι πάντα ὁπόσων δύναμίς ἐστι θνητοῖς τε καὶ ἀθανάτοις; Πῶς γὰρ οὐ συγχωρήσονται καὶ ταῦτα οὕτως ἔχειν; Καὶ μὴν ἀγαθούς τε καὶ ἀρίστους ὡμολογήκαμεν αὐτοὺς εἶναι, πέντε ὄντες. Σφόδρα γε. Ἆρ' οὖν οὐ ῥᾳθυμίᾳ μὲν καὶ τρυφῇ ἀδύνατον