181
Κωνσταντινουπόλει. Καὶ γὰρ καὶ ἐνταῦθα Κωνσταντῖνον τὸν μέγαν μεγάλῃ τιμῇ τιμᾷν ἐνόμισεν ὁ παῖς, εἰ πρὸς τοῖς προθύροις αὐτὸν τοῦ ἁλιέως κατάθοιτο. Καὶ ὅπερ εἰσὶν οἱ πυλωροὶ τοῖς βασιλεῦσιν ἐν τοῖς βασιλείοις, τοῦτο ἐν τῷ σήματι οἱ βασιλεῖς τοῖς ἁλιεῦσι· καὶ οἱ μὲν ὥσπερ δεσπόται τοῦ τόπου τὰ ἔνδον κατέχουσιν, οἱ δὲ ὡς πάροικοι καὶ γείτονες ἠγάπησαν τὴν αὐλείαν αὐτοῖς ἀφορισθῆναι θύραν. Καὶ οἱ μὲν βασιλεῖς οἰκετῶν καὶ ὑπηρετῶν, οἱ δὲ ἀρχόμενοι βασιλέων τὴν ἀξίαν περίκεινται. Εἰ δὲ ἐνταῦθα τὰ ὑπὲρ φύσιν ἐγένετο, ἐν τῷ μέλλοντι πόσῳ μᾶλλον; Τίς μοι νῦν ἔδωκε περιχυθῆναι τῷ σώματι Παύλου, καὶ προσηλωθῆναι τῷ τάφῳ, καὶ τὴν κόνιν ἰδεῖν τοῦ 63.798 σώματος ἐκείνου, δι' οὗ πανταχοῦ τῆς οἰκουμένης διέδραμε, τοῦ τὰ ὑστερήματα ἀναπληρώσαντος τοῦ Χριστοῦ, τοῦ τὰ στίγματα βαστάξαντος, τοῦ πανταχοῦ τὸ κήρυγμα κατασπείραντος; τὴν κόνιν τοῦ στόματος, δι' οὗ Χριστὸς ἐφθέγγετο, καὶ τὸ φῶς ἐξέλαμψε τὸ πάσης ἀστραπῆς ὑψηλότερον, καὶ φωνὴ ἐξεπήδησε πάσης βροντῆς φοβερωτέρα τοῖς δαίμοσιν; Οὐδὲ γὰρ οὕτως ἡμῖν ἡ βροντὴ φοβερὰ, ὡς ἐκείνη τοῖς δαίμοσιν ἡ φωνή· εἰ γὰρ τὰ ἱματία αὐτοῦ ἔφριττον, πολλῷ μᾶλλον τὴν φωνήν. Τούτου τοῦ στόματος ἐβουλόμην τὴν κόνιν ἰδεῖν, δι' οὗ τὰ μεγάλα καὶ ἀπόῤῥητα ὁ Χριστὸς ἐλάλησε, καὶ μείζονα ἢ δι' ἑαυτοῦ· δι' οὗ τὸ μακάριον ἐκεῖνο ἐφθέγξατο ῥῆμα λέγων, Ηὐχόμην ἀνάθεμα εἶναι ὑπὲρ τῶν ἀδελφῶν μου· δι' οὗ ἐλάλει ἐναντίον βασιλέων, καὶ οὐκ ᾐσχύνετο· δι' οὗ ἔφυγον δαίμονες, οὐχὶ φθεγγομένου μόνον ἀκούοντες, ἀλλὰ καὶ πόῤῥωθεν ὄντος· δι' οὗ τὰ ἐν τῇ γῇ μετεῤῥύθμισεν ἅπαντα, καὶ τὰ ἐν οὐρανοῖς δὲ ὃν ἐβούλετο διεῖπε τρόπον, δεσμῶν οὓς ἐβούλετο καὶ λύων ἐκεῖ, κατὰ τὴν δεδομένην ἐξουσίαν αὐτῷ. Τίς ἄν μοι τὴν κόνιν τῆς τοῦ Παύλου καρδίας ὑπέδειξε, τῆς πυρουμένης καθ' ἕκαστον τῶν ἀπολλυμένων, καὶ ὠδινούσης ἐκ δευτέρου τὰ ἐξαμβλούμενα τῶν παίδων; Ταύτην καὶ διαλελυμένην ἐπεθύμουν ἰδεῖν, τὴν ὑψηλοτέραν τῶν οὐρανῶν, τὴν εὐρυτέραν τῆς οἰκουμένης, τὴν τῆς ἀκτῖνος φαιδροτέραν, τὴν τοῦ πυρὸς θερμοτέραν, τὴν τοῦ ἀδάμαντος στεῤῥοτέραν, τὴν καινὴν ζήσασαν ζωὴν, ἢ ταύτην τὴν ἡμετέραν· Ζῶ γὰρ οὐκ ἔτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ, φησὶν, ὁ Χριστός (ἄρα ἐκείνου καρδία ἦν ἡ Παύλου καρδία, καὶ τοῦ Πνεύματος τοῦ ἁγίου πλὰξ, καὶ βιβλίον τῆς χάριτος)· τὴν καταξιωθεῖσαν Χριστὸν φιλῆσαι, ὡς οὐδεὶς ἄλλος ἐφίλησε· τὴν θανάτου καὶ γεέννης καταφρονοῦσαν, καὶ ὑπὸ δακρύων ἀδελφικῶν συντριβομένην· Τί γὰρ ποιεῖτε κλαίοντες, φησὶ, καὶ συνθρύπτοντές μου τὴν καρδίαν; Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν χειρῶν Παύλου τῶν ἐν ἁλύσει, δι' ὧν τῆς ἐπιθέσεως τὸ Πνεῦμα ἐχορηγεῖτο, δι' ὧν τὰ θεῖα γράμματα ἐγράφετο· Ἴδε γὰρ πηλίκοις ὑμῖν γράμμασιν ἔγραψα τῇ ἐμῇ χειρί· τῶν χειρῶν ἐκείνων, ἃς ἰδοῦσα ἡ ἔχις ἐξέπεσεν εἰς τὴν πυράν. Ἐβουλόμην τὴν κόνιν ἰδεῖν τῶν ὀφθαλμῶν πηρωθέντων καλῶς, τῶν ἀναβλεψάντων ἐπὶ σωτηρίᾳ τῆς οἰκουμένης, τῶν καὶ ἐν σώματι Χριστὸν ἰδεῖν καταξιωθέντων· ἐβουλόμην καὶ τῶν ποδῶν ἐκείνων ἰδεῖν τὴν κόνιν, τῶν περιδραμόντων τὴν οἰκουμένην, καὶ μὴ καμόντων· τῶν ἐν τῷ ξύλῳ δεδεμένων, ἡνίκα τὸ δεσμωτήριον ἔσειε, τῶν οἰκουμένην καὶ ἀοίκητον περιελθόντων. Καὶ τί δεῖ κατὰ μέρος λέγειν; ἐβουλόμην αὐτὸν ἐκεῖνον ἰδεῖν τὸν λέοντα τὸν πνευματικόν. Ὥσπερ γὰρ λέων πῦρ ἀπὸ τῶν ὀφθαλμῶν ἀφιεὶς εἰς ἀλωπέκων ἀγέλας, οὕτως εἰς τὴν τῶν δαιμόνων καὶ φιλοσόφων ἐνέπεσε φατρίαν, καὶ καθάπερ σκηπτοῦ τινος ἐμβολὴ, εἰς τὰς τοῦ διαβόλου κατηνέχθη φάλαγγας. Οὐδὲ γὰρ ἐκ παρατάξεως ἵστατο πρὸς αὐτὸν ὁ διάβολος, ἀλλ' οὕτως ἐδεδοίκει καὶ ἔτρεμεν, ὡς εἰ καὶ σκιὰν ἴδοι καὶ φωνῆς ἀκούσειε πόῤῥωθεν, δραπετεύειν εὐθέως. Ἐννοήσατε καὶ φρίξατε, οἷον ὄψεται θέαμα Ῥώμη τὸν Παῦλον ἐξαίφνης ἀνιστάμενον ἀπὸ 63.799 τῆς θήκης μετὰ Πέτρου, καὶ αἰρόμενον εἰς ἀπάντησιν τοῦ Χριστοῦ· οἷον ἀποστελεῖ τῷ Χριστῷ ἡ Ῥώμη δῶρον, οἵους στεφάνους περίκειται δύο, οἵας χρυσᾶς ἁλύσεις διέζωσται. Οὐχ οὕτως ἐστὶν ὁ οὐρανὸς λαμπρὸς, ὅταν ἀφῇ τὰς ἀκτῖνας ὁ ἥλιος, ὡς ἡ Ῥωμαίων πόλις τὰς