183
μὲν ἄλλῳ, τοτὲ δ' ἄλλῳ, μεταβάλλει παντοίας μεταβολὰς δι' ἑαυτὴν ἢ δι' ἑτέραν ψυχήν, οὐδὲν ἄλλο ἔργον τῷ πεττευτῇ πλὴν μετατιθέναι τὸ μὲν ἄμεινον γιγνόμενον ἦθος εἰς βελτίω τόπον, χεῖρον δὲ εἰς τὸν χείρονα, ἵνα τὸ πρέπον ἕκαστον τῆς μοίρας λαγχάνῃ. 12.52.24 Πῇ λέγεις; Ἧιπερ ἂν ἔχοι ῥᾳστώνη ἐπιμελείας θεοῖς τῶν πάντων, ταύτη μοι δοκεῖ φράζειν. εἰ μὲν γὰρ πρὸς τὸ ὅλον ἀεὶ βλέπων πλάττοι τις μετασχηματίζων τὰ πάντα, οἷον ἐκ πυρὸς ὕδωρ ἔμψυχον καὶ μὴ ξύμπολλα ἐξ ἑνὸς ἢ ἐκ πολλῶν ἕν, πρώτης ἢ δευτέρας ἢ καὶ τρίτης γενέσεως μετειληφότα πλήθεσιν ἂν ὁρᾶν εἴη τῆς μετατιθεμένης κοσμήσεως. νῦν δ' ἐστὶ θαυμαστὴ ῥᾳστώνη τῷ τοῦ παντὸς ἐπιμελουμένῳ. 12.52.25 Πῶς αὖ λέγεις; Ὧδε· ἐπειδὴ κατεῖδεν ἡμῶν ὁ βασιλεὺς ἐμψύχους οὔσας τὰς πράξεις ἁπάσας καὶ πολλὴν μὲν ἀρετὴν ἐν αὐταῖς οὖσαν, πολλὴν δὲ κακίαν, ἀνώλεθρον δὲ ὂν γενόμενον, ἀλλ' οὐκ αἰώνιον ψυχὴν καὶ σῶμα, καθάπερ οἱ κατὰ νόμον ὄντες θεοί γένεσις γὰρ οὐκ ἄν ποτε ἦν ζῴων ἀπολομένου τούτοιν θατέρου καὶ τὸ μὲν ὠφελεῖν ἀεὶ πεφυκός, ὂν ἀγαθὸν ψυχῆς, διενοήθη, τὸ δὲ κακὸν βλάπτειν· ταῦτα πάντα ξυνιδὼν ἐμηχανήσατο, ποῦ κείμενον ἕκαστον τῶν μερῶν νικῶσαν ἀρετήν, ἡττωμένην δὲ κακίαν ἐν τῷ παντὶ παρέχοι μάλιστ' ἂν 12.52.26 καὶ ῥᾷστα καὶ ἄριστα. μεμηχάνηται δὴ πρὸς πᾶν τοῦτο τὸ ποῖον γιγνόμενον ἀεὶ ποίαν ἕδραν δεῖ μεταλαμβάνον οἰκίζεσθαι καὶ τίνας ποτὲ τόπους· τῆς δὲ γενέσεως τοῦ ποίου τινὸς ἀφῆκε ταῖς βουλήσεσιν ἑκάστων ἡμῶν τὰς αἰτίας. ὅπη γὰρ ἂν ἐπιθυμῇ καὶ ὁποῖός τις ὢν τὴν ψυχήν, ταύτη σχεδὸν ἑκάστοτε καὶ τοιοῦτος γίγνεται ἅπας ἡμῶν ὡς τὸ πολύ. Τὸ γοῦν εἰκός. 12.52.27 Μεταβάλλει μὲν τοίνυν πάνθ' ὅσα μέτοχά ἐστι ψυχῆς, ἐν αὑτοῖς κεκτημένα τὴν τῆς μεταβολῆς αἰτίαν· μεταβάλλοντα δὲ φέρεται κατὰ τῆς εἱμαρμένης τάξιν καὶ νόμον. σμικρότερα μὲν τῶν ἠθῶν μεταβάλλοντα ἐλάττω κατὰ τὸ τῆς χώρας ἐπίπεδον μεταπορεύεται, πλείω δὲ καὶ ἀδικώτερα μεταπεσόντα εἰς βάθος τά τε κάτω λεγόμενα τῶν τόπων, ὅσα Ἅιδην τε καὶ τὰ τούτων ἐχόμενα τῶν ὀνομάτων ἐπονομάζοντες σφόδρα φοβοῦνται καὶ ὀνειροπολοῦσι ζῶντες διαλυθέντες τε τῶν σωμάτων. μείζω δὴ ψυχὴ κακίας ἢ ἀρετῆς ὁπόταν μεταβάλλῃ διὰ τὴν αὑτῆς βούλησίν τε καὶ ὁμιλίαν γενομένην ἰσχυράν, ὁπόταν μὲν ἀρετῇ θείᾳ προσμίξασα γίνηται διαφερόντως τοιαῦτα, διαφέροντα καὶ μετέβαλε τόπον ἅγιον ὅλον, μετακομισθεῖσα εἰς ἀμείνω τινὰ τόπον ἕτερον· ὅταν δὲ τἀναντία, ἐπὶ τἀναντία μεθιδρύσατο τὸν αὑτῆς βίον. 12.52.28 αὕτη τοι δίκη ἐστὶ βροτῶν οἳ Ὄλυμπον ἔχουσιν, ὦ παῖ καὶ νεανίσκε ἀμελεῖσθαι δοκῶν ὑπὸ θεῶν, κακίω μὲν γινόμενον πρὸς τὰς κακίους ψυχάς, ἀμείνω δὲ πρὸς τὰς ἀμείνους πορευόμενον ἔν τε ζωῇ καὶ ἐν πᾶσι θανάτοις πάσχειν τε, ἃ προσῆκον δρᾶν ἐστι τοῖς προσφυέσι τοὺς προσ12.52.29 φερεῖς, καὶ ποιεῖν. ταύτης τῆς δίκης οὔτε σὺ μήποτε οὔτε ἄλλος ἀτυχὴς γενόμενος ἐπεύξεται περιγενέσθαι θεῶν, ἣν πασῶν δίκην διαφερόντως ἔταξάν τε οἱ τάξαντες χρεών τε ἐξευλαβεῖσθαι παρὰ τὸ πᾶν. οὐ γὰρ ἀμεληθήσῃ ποτὲ ὑπ' αὐτῆς. οὐχ οὕτω σμικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος οὐδ' ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ, τίσεις δὲ αὐτῷ τὴν προσήκουσαν τιμωρίαν εἴτ' ἐνθάδε μένων εἴτε καὶ ἐν Ἅιδου διαπορευθεὶς εἴτε καὶ τούτων εἰς 12.52.30 ἁγιώτερον ἔτι διακομισθεὶς τόπον. ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι καὶ ὡς ἐν κατόπτροις αὐτῶν ταῖς πράξεσιν ἡγήσω καθεωρακέναι τὴν πάντων ἀμέλειαν θεῶν, οὐκ εἰδὼς αὐτῶν τὴν συντέλειαν ὅπη ποτὲ τῷ παντὶ ξυμβάλλεται. γινώσκειν δὲ αὐτήν, ὦ πάντων ἀνδρειότατε, πρὸς οὐδὲν δοκεῖς; ἥν τις μὴ γινώσκων οὐδ' ἂν τύπον ἴδοι ποτὲ οὐδὲ λόγον ξυμβάλλεσθαι περὶ βίου δυνατὸς ἂν γένοιτο εἰς εὐδαιμονίαν τε καὶ δυσδαίμονα τύχην. 12.52.31 ταῦτα εἰ μέν σε πείθει Κλεινίας ὅδε καὶ ξύμπασα ἡμῶν ἥδε ἡ γερουσία,