184
περὶ θεῶν ὡς οὐκ οἶσθα ὅ τι λέγεις, καλῶς ἄν σοι θεὸς αὐτὸς ξυλλαμβάνοι· εἰ δ' ἐπιδεὴς ἔτι λόγου ἂν εἴης, λεγόντων ἡμῶν πρὸς τὸν τρίτον ἐπακούσῃ, εἰ νοῦν καὶ ὁπωσοῦν ἔχεις.» 12.52.32 Τούτων ὁ νοῦς, εἰ καὶ μὴ τὰ ῥήματα, ἐν τοῖς Ἑβραίων λογίοις προκαταβέβληται συντομώτατα καὶ δι' ὀλίγων τῆς διανοίας περιεχομένης. τό τε γὰρ «οὐχ οὕτω μικρὸς ὢν δύσῃ κατὰ τὸ τῆς γῆς βάθος οὐδ' ὑψηλὸς γενόμενος εἰς τὸν οὐρανὸν ἀναπτήσῃ» ὅμοιον ἂν εἴη τῷ παρὰ τῷ ∆αβὶδ τοῦτον ἔχοντι τὸν τρόπον· «Ποῦ πορευθῶ ἀπὸ τοῦ πνεύματός σου, καὶ ἀπὸ τοῦ προσώπου σου ποῦ φύγω; ἐὰν ἀναβῶ εἰς τὸν οὐρανόν, σὺ ἐκεῖ εἶ· ἐὰν καταβῶ 12.52.33 εἰς τὸν Ἅιδην, πάρει· εἰ ἀναλάβοιμι πτέρυγας καὶ κατασκηνώσαιμι εἰς τὰ ἔσχατα τῆς θαλάσσης, καὶ γὰρ ἐκεῖ ἡ χείρ σου ὁδηγήσει με·» ἀλλὰ καὶ τὸ «οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ, καὶ ποίησιν χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα·» καὶ πάλιν ἐν τῷ Ἡσαΐᾳ τὸ «ἀναβλέψατε εἰς ὕψος 12.52.34 τοὺς ὀφθαλμοὺς ὑμῶν καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα·» καὶ τὸ «ἐκ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται·» καὶ τὸ «τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» ἀλλὰ καὶ τὸ «ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν» μεταπεφράσθαι μοι δοκεῖ ὑπὸ τοῦ Πλάτωνος διὰ τοῦ «ὁ αὐτὸς δὲ λόγος σοι καὶ περὶ ἐκείνων ἂν εἴη τῶν οὓς σὺ κατιδὼν ἐκ σμικρῶν μεγάλους γεγονότας ἀνοσιουργήσαντας ἤ τι 12.52.35 τοιοῦτον πράξαντας ᾠήθης ἐξ ἀθλίων εὐδαίμονας γεγονέναι.» καὶ τἄλλα δὲ ὅσα τούτοις ὁμοίως εἴρηται προὔλαβε τὴν εἰς πλάτος ἐκτεθεῖσαν τοῦ Πλάτωνος ἑρμηνείαν ἐν τοῖς Ἑβραίων λόγοις. ἕκαστον δ' οὖν αὐτῶν κατὰ μέρος εὕροις ἂν ἀκριβῶς ἐξετάζων τοῖς Ἑβραίων συμφερόμενον γράμμασιν. Ἑβραίων δὲ εἶναι λόγους οὐ μόνα τὰ παρὰ Μωσεῖ λόγιά φημι, ἀλλὰ καὶ τὰ τῶν ἄλλων μετὰ Μωσέα θεοφιλῶν ἀνδρῶν, εἴτε προφητῶν εἴτε καὶ ἀποστόλων τοῦ σωτῆρος ἡμῶν, ὧν ἡ τῶν δογμάτων συμφωνία μιᾶς εἰκότως αὐτοὺς καὶ τῆς προσηγορίας ἀξιώσειεν.
13.Pin.t ΙΓ ΤΑ∆Ε ΤΟ ΙΓ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ
13.Pin.1 αʹ. Ὅπως ὁ Πλάτων τῆς Ἑλληνικῆς θεολογίας ἀπήλεγχε τὴν ἀτοπίαν. Ἐκ τοῦ Τιμαίου βʹ. Ἔτι ἀπὸ τοῦ λόγου Ἐπινομίδος περὶ τοῦ αὐτοῦ γʹ. Ἔτι ἀπὸ τοῦ δευτέρου τῆς Πολιτείας περὶ τοῦ αὐτοῦ δʹ. Ὅτι πλέον οὐδὲν τῶν αἰσχρῶν μύθων αἱ περὶ τῶν Ἑλληνικῶν θεῶν διηγήσεις περιέχουσιν, αἷς μὴ πειθόμενον Σωκράτην ἔκτειναν Ἀθηναῖοι. Ἀπὸ τοῦ Εὐθύφρονος εʹ. Νουμηνίου ἐκ τῶν παρὰ Πλάτωνι ἀπορρήτων περὶ τοῦ αὐτοῦ ʹ. Ὅτι μὴ δεῖ ταῖς τῶν πολλῶν προσέχειν δόξαις μηδὲ τῆς ἰδίας μετατίθεσθαι προαιρέσεως δαὶ θανάτου φόβον. Ἀπὸ τοῦ Κρίτωνος ζʹ. Ὅτι μὴ δεῖ ἀμύνεσθαι τοὺς ἀδικεῖν ἡμᾶς παρεσκευσαμένους. Ἀπὸ τοῦ αὐτοῦ ηʹ. Ὅτι μὴ δεῖ τὰ ἅπαξ ὀρθῶς κριθέντα ἀθετεῖν μηδ' εἰ θάνατόν τις ἐπάγοι. ἁρμόσει δὲ πρὸς τοὺς ἐν καιροῖς διωγμῶν ἐξομνυμένους τὴν εὐσέβειαν θʹ. Ὁποῖός ποτε ἔσται τὴν διάθεσιν ὁ διὰ θανάτου φόβον ἐξομνύμενος τὴν οἰκείαν πρόθεσιν ιʹ. Ὅτι μὴ δέοι φεύγειν τὸν ὑπὲρ ἀληθείας θάνατον. Ἀπὸ τῆς Σωκράτους ἀπολογίας ιαʹ. Ὅπως δέοι τιμᾶν τὸν θάνατον τῶν εὐκλεῶς μεταλλαξάντων τὸν βίον. Ἐκ τοῦ Πλάτωνος ιβʹ. Ὅπως φιλοσοφίας καὶ πρὸ ἡμῶν ἐξ Ἑβραίων Ἀριστόβουλος ὁ Περιπατητικὸς ἐκ τῆς παρ'Ἑβραίοις φιλοσοφίας ὁμολογεῖ τοὺς Ἕλληνας ὡρμῆσθαι ιγʹ. Ὡς καὶ Κλήμης ὁμοίως τὰ καλῶς Ἕλλησιν εἰρημένα σύμφωνα τυγχάνειν τοῖς Ἑβραίων παρίστησι δόγμασιν. Ἀπὸ τοῦ εʹ Στρωματέως ιδʹ. Ὅτι μὴ πάντα ἐπιτυχῶς εἴρηται τῷ Πλάτωνι· διὸ οὐκ ἀλόγως τὴν κατ' αὐτὸν παρῃτήμεθα