1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

185

φιλοσοφίαν, τὰ δὲ Ἑβραίων ἀποδεχόμεθα λόγια ιεʹ. Ὅτι μὴ καθόλου ὀρθῶς ὁ Πλάτων τὸν περὶ τῶν νοητῶν οὐσιῶν ἐφώδευσε λόγον, ἀλλ' Ἑβραῖοι ιʹ. Ὅτι μὴ Ἑβραίοις ὁμοίως κατὰ πάντα ὀρθῶς ἐδόξαζε περὶ ψυχῆς ὁ Πλάτων ιζʹ. Ὅτι κατὰ Πλάτωνα μὴ ἐξ ἀπαθοῦς καὶ παθητῆς οὐσίας ἡ τῆς ψυχῆς συνέστηκε φύσις. Ἀπὸ τῶν Σευήρου τοῦ Πλατωνικοῦ περὶ ψυχῆς ιηʹ. Περὶ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ φωστήρων ὅτι μὴ καθόλου ὀρθῶς ἐδόξασεν ὁ Πλάτων ιθʹ. Ὁποῖα περὶ γυναικῶν οὐκ ὀρθῶς ὁ Πλάτων διετάξατο κʹ. Ὁποῖα περὶ ἔρωτος ἐκθέσμου ὁ αὐτὸς διετάξατο ἐν Φαίδρῳ, οἷς ὁ Μωσῆς ἀντινομοθετεῖ καʹ. Περὶ τῶν παρὰ Πλάτωνι φονικῶν νόμων, οὐκ ἀξίων ὄντων τῆς μεγαλονοίας αὐτοῦ, οἷς τοὺς Μωσέως ἀντιπαραβλητέον ΙΓ Ἐπειδὴ πέφηνεν ἐν τοῖς πρὸ τούτου συγγράμμασιν ἡ κατὰ Πλάτωνα φιλοσοφία κατὰ πλεῖστα Μωσέως καὶ τῶν παρ' Ἑβραίοις ἱερῶν λόγων ἑρμηνείαν ὥσπερ ἐπὶ τὴν Ἑλλάδα φωνὴν περιέχουσα, ἔρχομαι νῦν ὁμοῦ καὶ τὰ λείποντα προσαποδοῦναι τῷ λόγῳ καὶ τὰ τοῖς πρὸ ἡμῶν εἰς τοὺς τόπους εἰρημένα διελθεῖν, ὁμοῦ καὶ διαβολῆς εὐλόγου αἰτίαν ἀπολυσόμενος, εἰ δή τις ἡμῖν ἐπικαλῶν φαίη, τί δή ποτ' οὖν Μωσέως καὶ Πλάτωνος τὰ συνῳδὰ πεφιλοσοφηκότων οὐχὶ τὰ Πλάτωνος, ἀλλὰ τὰ Μωσέως μέτιμεν, τοὔμπαλιν δέον, ὅτι δὴ πρὸς τοῖς ἴσοις δόγμασι προσήκων ἡμῖν γένοιτ' ἂν Ἕλλησιν οὖσιν ὁ Ἑλληνικὸς μᾶλλον ἢ ὁ βάρβαρος. ὀκνῶν δὲ ἀπαντῆσαι πρὸς τοῦτο αἰδοῖ τῇ πρὸς τὸν φιλόσοφον, τοῦτον μὲν εἰς ὕστερον ἀνατίθεμαι τὸν λόγον, τὰ δέ γε πρῶτά μοι λεχθέντα πρῶτα διασκέψομαι. λαβὼν οὖν ἀνάγνωθι ὁποίαν ἐπήγετο δόξαν ὁ Πλάτων περὶ τῶν Ἑλληνικῶν θεολόγων τε καὶ ποιητῶν ὅπως τε πάσας τὰς πατρίους περὶ τῶν θεῶν ὑπολήψεις ἠθέτει καὶ τὴν ἐν αὐτοῖς ἀτοπίαν διήλεγχεν·

13.1.1 αʹ. ΟΠΩΣ Ο ΠΛΑΤΩΝ ΤΗΣ ΕΛΛΗΝΙΚΗΣ ΘΕΟΛΟΓΙΑΣ ΑΠΗΛΕΓΧΕ ΤΗΝ ΑΤΟΠΙΑΝ· ΕΚ ΤΟΥ ΤΙΜΑΙΟΥ

«Περὶ δὲ τῶν ἄλλων δαιμόνων εἰπεῖν τε καὶ γνῶναι τὴν γένεσιν μεῖζον ἢ καθ' ἡμᾶς, πειστέον δὲ τοῖς εἰρηκόσιν ἔμπροσθεν, ἐκγόνοις μὲν θεῶν οὖ σιν, ὡς ἔφασαν, σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων. ἀδύνατον οὖν θεῶν παισὶν ἀπιστεῖν, καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσιν, ἀλλ' ὡς οἰκεῖα φασκόντων ἀπαγγέλλειν ἑπομένους τῷ νόμῳ πιστευ13.1.2 τέον. οὕτως οὖν κατ' ἐκείνους ἡμῖν ἡ γένεσις περὶ τούτων τῶν θεῶν ἐχέτω καὶ λεγέσθω. Γῆς τε καὶ Οὐρανοῦ παῖδες Ὠκεανός τε καὶ Τηθὺς ἐγενέσθην, τούτων δὲ Φόρκυς Κρόνος τε καὶ Ῥέα, ἐκ δὲ Κρόνου καὶ Ῥέας Ζεὺς Ἥρα τε καὶ πάντες, ὅσους ἴσμεν ἀδελφοὺς λεγομένους αὐτῶν, ἔτι τε τούτων ἄλλους ἐκγόνους.» 13.1.3 ∆ιὰ τούτων πιστεύειν τοῖς περὶ θεῶν μύθοις καὶ αὐτοῖς δὲ τοῖς τῶν μύθων ποιηταῖς ὡς δὴ θεῶν ἐκγόνοις οὖσι παρακελευσάμενος, πρῶτα μὲν διὰ τοῦ φάναι ἐκγόνους εἶναι τῶν θεῶν τοὺς ποιητὰς χλευάζειν μοι δοκεῖ, ὡς καὶ τῶν θεῶν ἀνθρώπων γεγονότων καὶ τοῖς ἐκγόνοις ὁμοίων τὴν φύσιν. 13.1.4 διαβάλλει δ' ἑξῆς ἄντικρυς τοὺς θεολόγους, οὓς ἐκγόνους ἔφησεν εἶναι θεῶν, δι' ὧν ἐπάγει φάσκων «καίπερ ἄνευ εἰκότων καὶ ἀναγκαίων ἀποδείξεων λέγουσι» δι' ὧν τε προστίθησι τὸ «ὡς ἔφασαν.» παίζειν δ' ἔοικε λέγων «σαφῶς γέ που τοὺς ἑαυτῶν προγόνους εἰδότων» καὶ τὸ «ἀδύνατον θεῶν παισὶν ἀπιστεῖν.» καὶ τὸ παρὰ γνώμην δὲ ταῦτα λέγειν τῶν νόμων ἕνεκα διαρρήδην παρίστησιν, ὁμολογήσας ὅτι δέοι ἑπομένους τῷ νόμῳ πιστεύειν 13.1.5 αὐτοῖς. ὅτι δὲ ταῦτ' ἐνόει, ἐπάκουσον ὅπως γυμνῇ καὶ ἀκατακαλύπτῳ φωνῇ τοὺς δὴ θεολόγους ἅπαντας διαβάλλει, κόπτων ἐν Ἐπινομίδι τούτοις τοῖς ῥήμασιν·