186
13.2.1 βʹ. ΕΤΙ ΑΠΟ ΤΟΥ ΛΟΓΟΥ ΕΠΙΝΟΜΙ∆ΟΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ «Θεογονίαν τοίνυν καὶ ζῳογονίαν ἀναγκαῖον, ὡς ἔοικε, πρῶτόν μοι, κακῶς ἀπεικασάντων τῶν ἔμπροσθεν, βέλτιον ἀπεικάσαι κατὰ τὸν ὕστερον λόγον, ἀναλαβόντα ὃν πρὸς τοὺς ἀσεβεῖς ἐπικεχείρηκα λόγον.» 13.2.2 Ὅτι δ' εὐλόγως τὴν τῶν πρώτων θεολογίαν παραιτεῖται διδάσκει ἐν τῷ δευτέρῳ τῆς Πολιτείας, ἔνθα τὸν νοῦν ἐπιστῆσαι ἄξιον ὁπόσα καὶ οἷα περὶ τῶν αὐτῶν ποιητῶν τε καὶ θεολόγων τῶν τε ἐκ παλαιοῦ παραδεδομένων περὶ τῶν Ἑλληνικῶν θεῶν διέξεισιν, ὧδε ῥήμασιν αὐτοῖς φάσκων·
13.3.1 γʹ. ΕΤΙ ΑΠΟ ΤΟΥ ∆ΕΥΤΕΡΟΥ ΤΗΣ ΠΟΛΙΤΕΙΑΣ ΠΕΡΙ ΤΟΥ ΑΥΤΟΥ «Ἐν τοῖς μείζοσιν, ἦν δ' ἐγώ, ὀψόμεθα καὶ τοὺς ἐλάττους. δεῖ γὰρ δὴ τὸν αὐτὸν τύπον εἶναι καὶ ταὐτὸν δύνασθαι τούς τε μείζους καὶ τοὺς ἐλάττους. ἢ οὐκ οἴει; Ἔγωγ', ἔφη· ἀλλ' οὐκ ἐννοῶ οὐδὲ τοὺς μείζους τίνας λέγεις. Οὓς Ἡσίοδός τε, εἶπον, καὶ Ὅμηρος ἡμῖν ἐλεγέτην καὶ οἱ ἄλλοι ποιηταί. οὗτοι γάρ που μύθους ψευδεῖς τοῖς ἀνθρώποις συντιθέντες ἔλεγόν τε καὶ λέγουσι. 13.3.2 Ποίους δή, ἦ δ' ὅς, καὶ τί αὐτῶν μεμφόμενος λέγεις; Ὅπερ, ἦν δ' ἐγώ, χρὴ πρῶτόν τε καὶ μάλιστα μέμφεσθαι, ἄλλως τε καὶ ἐάν τις μὴ καλῶς ψεύδηται. Τί τοῦτο; Ὅταν εἰκάζῃ τις κακῶς οὐσίαν τῷ λόγῳ περὶ θεῶν τε καὶ ἡρώων, οἷοί εἰσιν, ὥσπερ γραφεὺς μηδὲν ἐοικότα γράφων οἷς ἂν ὅμοια βουληθῇ γράψαι. Καὶ γάρ, ἔφη, ὀρθῶς ἔχει τὰ τοιαῦτα μέμφεσθαι. ἀλλὰ πῶς 13.3.3 δὴ λέγομεν καὶ ποῖα; Πρῶτον μὲν δή, ἦν δ' ἐγώ, τὸ μέγιστον καὶ περὶ τῶν μεγίστων ψεῦδος ὁ εἰπὼν οὐ καλῶς ἐψεύσατο, ὡς Οὐρανός τε εἰργάσατο, ἅ φησι δρᾶσαι αὐτὸν Ἡσίοδος, ὅ τε αὖ Κρόνος ὡς ἐτιμωρήσατο αὐτόν. τὰ δὲ δὴ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος οὐδ' ἂν εἰ ἦν ἀληθῆ, ᾤμην δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δ' ἀνάγκη τις ἦν λέγειν, δι' ἀπορρήτων ἀκούειν ὡς ὀλιγίστους, θυσαμένους οὐ χοῖρον, ἀλλά τι μέγα καὶ ἄπορον θῦμα, ὅπως ὡς ἐλαχίστοις 13.3.4 συνέβη ἀκοῦσαι. Καὶ γάρ, ἦ δ' ὅς, οὗτοί γε οἱ λόγοι χαλεποί. Καὶ οὐ λεκτοί, ὦ Ἀδείμαντε, ἐν τῇ ἡμετέρᾳ πόλει. οὐδὲ λεκτέον νέῳ ἀκούοντι ὡς ἀδικῶν τὰ ἔσχατα οὐδὲν ἂν θαυμαστὸν ποιοῖ οὐδ' αὖ ἀδικοῦντα πατέρα κολάζων παντὶ τρόπῳ, ἀλλὰ δρῴη ἂν ὅπερ θεῶν οἱ πρῶτοί τε καὶ μέγιστοι. 13.3.5 Οὐ μὰ τὸν ∆ία, ἦ δ' ὅς, οὐδὲ αὐτῷ μοι δοκεῖ ἐπιτήδεια εἶναι λέγειν. Οὐδέ γε, ἦν δ' ἐγώ, τὸ παράπαν ὡς θεοὶ θεοῖς πολεμοῦσί τε καὶ ἐπιβουλεύουσι καὶ μάχονται οὔτε γὰρ ἀληθῆ· εἴ γε δεῖ ἡμᾶς τοὺς μέλλοντας τὴν πόλιν φυλάσσειν αἴσχιστον νομίζειν τὸ ῥᾳδίως ἀλλήλοις ἀπεχθάνεσθαι. πολλοῦ δεῖ γιγαντομαχίας τε μυθολογητέον αὐτοῖς καὶ ποικιλτέον καὶ ἄλλας ἔχθρας πολλὰς καὶ παντοδαπὰς θεῶν τε καὶ ἡρώων πρὸς συγγενεῖς τε καὶ οἰκείους αὐτῶν, ἀλλ' εἴ πως μέλλοιμεν πείσειν, ὡς οὐδεὶς πώποτε πολίτης ἕτερος ἑτέρῳ ἀπήχθετο οὐδ' ἐστὶ τοῦτο ὅσιον, τοιαῦτα μᾶλλον λεκτέα πρὸς τὰ παιδία εὐθὺς καὶ γέρουσι καὶ γραυσὶ καὶ πρεσβυτέροις γινομένοις καὶ 13.3.6 τοὺς ποιητὰς ἐγγὺς τούτων ἀναγκαστέον λογοποιεῖν. Ἥρας δὲ δεσμοὺς ὑπὸ υἱέος καὶ Ἡφαίστου ῥίψεις ὑπὸ πατρός, μέλλοντος τῇ μητρὶ ἀμύνειν τυπτομένῃ, καὶ θεομαχίας ὅσας Ὅμηρος πεποίηκεν, οὐ παραδεκτέον εἰς τὴν πόλιν, οὔτ' ἐν ὑπονοίαις πεποιημένας οὔτε ἄνευ ὑπονοιῶν. 13.3.7 ὁ γὰρ νέος οὐχ οἷός τε κρίνειν ὅ τι τε ὑπόνοια καὶ ὅ τι μή, ἀλλ' ἃ ἂν τηλικοῦτος ὢν λάβῃ ἐν ταῖς δόξαις, δυσέκνιπτά τε καὶ ἀμετάστατα φιλεῖ γίγνεσθαι. ὧν δὴ ἴσως ἕνεκα περὶ παντὸς ποιητέον, ἃ πρῶτα ἀκούουσιν, ὅτι κάλ13.3.8 λιστα μεμυθολογημένα πρὸς ἀρετὴν ἀκούειν. Ἔχει