1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

186

τυχοῦσαν παραμυθίαν ληψόμεθα. Τὸ γὰρ ἐν τούτοις ἀγανακτεῖν, μεῖζόν τι τῆς φύσεως ἐπιζητούντων ἐστίν. Ἄνθρωπος ἐγεννήθης καὶ θνητός· τί οὖν ἀλγεῖς, ὅτι τὸ κατὰ φύσιν ἐγένετο; μὴ ἀλγεῖς, ὅτι ἐσθίων τρέφῃ; μὴ ζητεῖς χωρὶς τροφῆς ζῇν; Οὕτω καὶ ἐπὶ τοῦ θανάτου· μὴ ζήτει τέως ἀθανασίαν θνητὸς γεγονώς· ἅπαξ γὰρ τοῦτο ὡρίσθη καὶ νενομοθέτηται. Ἀλλ' ὅταν ὁ Θεὸς καλῇ καὶ βούληταί τι λαβεῖν παρ' ἡμῶν, μὴ κατὰ τοὺς ἀγνώμονας τῶν οἰκετῶν τὰ δεσποτικὰ νοσφιζώμεθα. Κἂν γὰρ χρήματα λάβῃ, κἂν τὴν τιμὴν καὶ δόξαν, κἂν τὸ σῶμα, κἂν αὐτὴν τὴν ψυχὴν, τὰ ἑαυτοῦ ἔλαβε· κἂν τὸν υἱὸν τὸν σὸν λάβῃ, οὐ τὸν σὸν ἔλαβεν υἱὸν, ἀλλὰ τὸν δοῦλον τὸν ἑαυτοῦ. Εἰ τοίνυν ἡμεῖς οὐκ ἐσμὲν ἑαυτῶν, πῶς τὰ ἐκείνου ἡμῶν; Εἰ γὰρ ἡ ψυχή σου οὐκ ἔστι σὴ, πῶς τὰ χρήματα σά; εἰ δὲ οὐκ ἔστι σὰ, πῶς εἰς οὐδὲν δέον ἀναλίσκεις τὰ μὴ σά; Μὴ τοίνυν λέγε, ὅτι Τὰ ἐμαυτοῦ ἀναλίσκω, καὶ ἐκ τῶν ἐμαυτοῦ τρυφῶ· οὐ γὰρ ἀπὸ τῶν σαυτοῦ, ἀλλ' ἀπὸ τῶν ἀλλοτρίων· ἀλλοτρίων δὲ λέγω, ἐπειδὴ σὺ βούλει· ἐπεὶ σὰ βούλεται ὁ Θεὸς εἶναι τὰ ὑπὲρ τῶν πενήτων ἐγχειρισθέντα σοι. Γίνεται δὲ σὰ τὰ ἀλλότρια, ἐὰν εἰς αὐτοὺς ἀναλώσῃς· ἂν δὲ εἰς ἑαυτὸν ἀναλώσῃς, ἀλλότρια γέγονε τὰ σά. Οὐχ ὁρᾷς ὅτι ἐπὶ τῶν σωμάτων τῶν ἡμετέρων χεῖρες διακονοῦσι, καὶ στόμα λεαίνει, καὶ γαστὴρ δέχεται; μὴ λέγει ἡ γαστήρ· Ἐπειδὴ ἐδεξάμην, ὀφείλω τὸ πᾶν κατέχειν; καὶ ὀφθαλμὸς δὲ πάλιν ἐπειδὴ τὸ πᾶν δέχεται φῶς, μὴ διὰ τοῦτο αὐτὸ κατέχει μόνος, ἀλλ' οὐχὶ καὶ ὁλόκληρον φωτίζει τὸ σῶμα; καὶ οἱ πόδες ἐπειδὴ μόνοι βαδίζουσιν, ἆρα ἑαυτοὺς μετατιθέασι μόνον, ἀλλ' οὐχὶ καὶ ὅλον μετατιθέασι τὸ σῶμα; Καὶ ἕκαστος δὲ τῶν ἀναγκαῖον ἐπιτήδευμα μετιόντων, εἰ βουληθείη μὴ μεταδοῦναι ἑτέρῳ τὴν ἀπὸ τῆς τέχνης ὠφέλειαν, οὐχὶ τοὺς ἄλλους μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπόλλυσι. Καὶ γὰρ οἱ πένητες εἰ τὴν ὑμετέραν τῶν πλεονεκτούντων καὶ πλουτούντων κακίαν μετῆλθον, ταχέως ἂν ὑμᾶς ἐποίησαν πένητας, εἰ μὴ δεομένοις τῶν ἑαυτῶν μεταδοῦναι ἐβουλήθησαν. Ἀλλὰ παιδίον ἀπώλεσα, φησὶ, μονογενὲς, ἐν πλούτῳ πολλῷ τρεφόμενον, ἐλπίδας ὑποφαῖνον 63.805 χρηστὰς, αὐτό μοι μέλλον διαδέχεσθαι τὴν κληρονομίαν. Καὶ τί τοῦτο; μὴ στενάξῃς, ἀλλ' εὐχαρίστησον τῷ Θεῷ, καὶ δόξασον τὸν εἰληφότα, καὶ οὐδὲν ἔσῃ τοῦ Ἀβραὰμ κατὰ τοῦτο χείρων. Καθάπερ γὰρ ἐκεῖνος ἔδωκε τῷ Θεῷ κελεύσαντι, οὕτω καὶ σὺ λαβόντος αὐτοῦ οὐκ ἐστέναξας. Εἰ γὰρ τελευτῶντα ἰδὼν τὸν υἱὸν εὐχαριστήσῃς τῷ φιλανθρώπῳ Θεῷ, οὐκ ἔλαττον λήψῃ μισθὸν τούτου τοῦ τὸν υἱὸν ἀγαγόντος καὶ καταθύσαντος· κἂν τοὺς κωκυτοὺς καὶ τοὺς θρήνους διαλύσῃς, καὶ εἰς δοξολογίαν ἅπαντας διεγείρῃς, μυρία ἄνωθεν καὶ κάτωθεν δέξῃ τὰ βραβεῖα, ἀνθρώπων σε θαυμαζόντων, ἀγγέλων κροτούντων, καὶ τοῦ Θεοῦ στεφανοῦντος. Καὶ πῶς δυνατὸν μὴ πενθεῖν ἐκεῖνον, φησὶ, παρ' οὗ πατὴρ οὐκέτι καλοῦμαι λοιπόν; Τί λέγεις; μὴ γὰρ ἀπέβαλες τὸ παιδίον; μὴ γὰρ ἀπώλεσας τὸν υἱόν; μᾶλλον ἐκτήσω καὶ ἀσφαλέστερον ἔσχες. Οὐ γὰρ τὸ πατὴρ καλεῖσθαι ἀπώλεσας, ἀλλὰ τὸ μειζόνως καλεῖσθαι προσέλαβες· οὐ γὰρ θνητοῦ παιδίου, ἀλλ' ἀθανάτου λοιπὸν κληθήσῃ πατήρ. Μὴ γὰρ, ἐπειδὴ μὴ πάρεστι, καὶ ἀπολωλέναι αὐτὸν νόμιζε· οὐδὲ γὰρ, ἂν ἀποδημῶν ἐτύγχανεν, ἀπέστη ἄν σου καὶ τοὔνομα τῆς συγγενείας μετὰ τοῦ σώματος. Οὐχ οὗτός ἐστι τὸ παιδίον τὸ κείμενον, ἀλλ' ἐκεῖνος ὁ ἀποπτὰς καὶ ἀναδραμὼν εἰς τὸν οὐρανόν. Ὅταν οὖν ἴδῃς τοὺς ὀφθαλμοὺς καθῃρημένους, καὶ τὸ στόμα συνῃρημένον, καὶ τὸ σῶμα ἀκίνητον, μὴ τοῦτο ἐννόει, ὅτι Τοῦτο μὲν τὸ στόμα οὐκέτι φθέγγεται, οὗτοι οἱ ὀφθαλμοὶ οὐκέτι βλέπουσιν, οὗτοι οἱ πόδες οὐκέτι βαδίζουσιν· ἀλλ' ὅτι Τοῦτο μὲν τὸ στόμα ἄμεινον φθέγξεται, καὶ οἱ ὀφθαλμοὶ μείζονα ὄψονται, καὶ οἱ πόδες ἐπὶ νεφελῶν ἀρθήσονται, καὶ τὸ διαφθειρόμενον τοῦτο σῶμα ἀθανασίαν ἐνδύσεται, καὶ λαμπρότερον τὸν υἱὸν ἀπολήψομαι. Ἀναμνήσθητι τοῦ πατριάρχου Ἀβραὰμ, ὃς οὐκ εἶδε μὲν τὸν Ἰσαὰκ ἀποθανόντα, ἀλλ' ὃ πολλῷ πικρότερον ἦν καὶ ὀδυνηρότερον, αὐτὸς αὐτὸν κατασφάξαι ἐπετάττετο· καὶ οὐκ ἀντεῖπε πρὸς τὸ ἐπίταγμα, οὐδὲ ἐδυσχέρανεν, οὐδὲ ἐφθέγξατό τι τοιοῦτον· ∆ιὰ