187
τοῦτό με πατέρα ἐποίησας, ἵνα παιδοκτόνον ἐργάσῃ; βέλτιον ἦν μὴ δοῦναι τὴν ἀρχὴν, ἢ δόντα, τοιούτῳ τρόπῳ πάλιν αὐτὸν ἀφελέσθαι. Βούλει λαβεῖν; τίνος ἕνεκεν ἐμὲ κατασφάττειν κελεύεις, καὶ τὴν δεξιὰν μιᾶναι τὴν ἐμαυτοῦ; οὐκ ἀπὸ τούτου μοι τοῦ παιδίου τὴν οἰκουμένην ἐμπλῆσαι τῶν ἀπογόνων ὑπέσχου; πῶς οὖν τοὺς καρποὺς δίδως, τὴν ῥίζαν ἀναιρῶν; τίς ταῦτα εἶδε, τίς ταῦτα ἤκουσεν; ἠπάτημαι καὶ παρελογίσθην. Οὐδὲν τούτων εἶπεν, οὐκ ἐνενόησεν, οὐκ ἀντεῖπε τῷ κελεύοντι, οὐκ ἀπῄτησεν εὐθύνας· ἀλλ' ἀκούσας, Λάβε τὸν υἱόν σου τὸν ἀγαπητὸν, ὃν ἠγάπησας, τὸν Ἰσαὰκ, καὶ ἀνένεγκέ μοι αὐτὸν εἰς ὁλοκάρπωσιν ἐφ' ἓν τῶν ὀρέων ὧν ἄν σοι εἴπω, μετὰ τοσαύτης προθυμίας τὸ ἐπίταγμα ἐπλήρωσεν, ὡς καὶ πλείονα τῶν ἐπιταχθέντων ποιῆσαι. Καὶ γὰρ καὶ τὸ γύναιον ἀπέκρυψε, καὶ τοὺς παῖδας ἔλαθε, κάτω μένειν ἀφείς. Ἐννόησον τοίνυν ἡλίκον ἦν μόνον μόνῳ διαλέγεσθαι τῷ παιδὶ μηδενὸς παρόντος, ὅτε μᾶλλον τὰ σπλάγχνα διεθερμαίνετο, καὶ σφοδρότερον τὸ φίλτρον ἐγίνετο· ποῖος λόγος παραστῆσαι δυνήσεται; Ἀνήγαγε τὸ παιδίον, συνεπόδισε, τοῖς ξύλοις ἐπέθηκε, καὶ τὴν μάχαιραν ἥρπασεν, ἐπάγειν τὴν πληγὴν ἔμελλε. Πῶς εἴπω καὶ τίνι τρόπῳ οὐκ ἔχω· μόνος αὐτὸς οἶδεν ὁ ταῦτα ἐργασάμενος· λόγος γὰρ οὐδεὶς παραστῆσαι δυνήσεται. Πῶς οὐκ ἐνάρκησεν ἡ χείρ; πῶς οὐκ ἐλύθη τῶν νευρῶν ὁ τόνος; πῶς οὐ συνέχεεν 63.806 αὐτὸν ἡ τοῦ ποθουμένου παιδίου ὄψις; Καὶ ἦν ὁμοῦ πατέρα ὁρᾷν καὶ ἱερέα γινόμενον τοῦτον, καὶ θυσίαν χωρὶς αἵματος ἀναφερομένην, ὁλοκαύτωμα χωρὶς πυρός. Καὶ γὰρ ἔσφαξε τὸν υἱὸν καὶ οὐκ ἔσφαξεν· οὐκ ἔσφαξε τῇ χειρὶ, ἀλλ' ἔσφαξε τῇ προθυμίᾳ· ὥστε παιδεῦσαι τοὺς μετὰ ταῦτα πάντας, ὅτι καὶ παιδίων καὶ φύσεως καὶ τῶν ὄντων ἁπάντων, καὶ αὐτῆς τῆς ψυχῆς τὰ προστάγματα τοῦ Θεοῦ προτιμᾷν χρή. Ἐννόει γάρ μοι τοῦ ἀνδρὸς τὸ γενναῖον, ὅτε τὸν υἱὸν ἐκελεύετο σφαγιάσαι τὸν μονογενῆ, τὸν ἀγαπητὸν, τὸν παρ' ἐλπίδα πᾶσαν δεδομένον αὐτῷ, πόσους ἐπανισταμένους αὐτῷ εἶχε τοὺς λογισμούς· ἀλλ' ὅμως πάντας ὑπέταξε, καὶ πάντες αὐτὸν ἔτρεμον μᾶλλον, ἢ βασιλέα οἱ δορυφόροι· καὶ βλέμματι μόνῳ πάντας κατέστελλε, καὶ οὐδὲ γρύξαι ἐτόλμα τούτων οὐδεὶς, ἀλλ' οὕτως εὐτάκτως εἱστήκεισαν, ὡς καὶ κοσμεῖν αὐτὸν μᾶλλον ἤπερ φοβεῖν. Καὶ θέα τὴν καρτερίαν· ἡ φύσις ἔῤῥιπτο χαμαὶ μετὰ τῶν ὅπλων αὐτῆς, καὶ αὐτὸς εἱστήκει τὴν χεῖρα ἀνατείνας, οὐχὶ στέφανον ἔχουσαν, ἀλλὰ μάχαιραν στεφάνου παντὸς λαμπροτέραν· καὶ ὁ τῶν ἀγγέλων ἐπεκρότει δῆμος, καὶ ὁ Θεὸς ἐκ τῶν οὐρανῶν ἀνεκήρυττεν. Ἄρα τί τούτου γένοιτ' ἂν ἴσον τοῦ τροπαίου; Εἰ γὰρ ἀθλητοῦ νικήσαντος, μὴ κήρυξ κάτωθεν, ἀλλ' ἄνωθεν αὐτὸν ὁ βασιλεὺς ἀνηγόρευσε τὸν ὀλυμπιονίκην, ἆρ' οὐχὶ τοῦτο τῶν στεφάνων αὐτῷ λαμπρότερον ἔδοξεν εἶναι, καὶ τὸ θέατρον ἅπαν ἐπέστρεψεν ἄν; Ὅταν οὖν μὴ ἄνθρωπος βασιλεὺς, ἀλλ' αὐτὸς ὁ Θεὸς, οὐκ ἐν θεάτρῳ τοιούτῳ, ἀλλ' ἐν θεάτρῳ τῷ τῆς οἰκουμένης, ἐν τῷ δήμῳ τῶν ἀγγέλων, τῶν ἀρχαγγέλων, αὐτὸν ἀνακηρύττῃ λαμπρᾷ τῇ φωνῇ βοῶν ἄνωθεν· ποῦ θήσομεν τὸν ἅγιον τοῦτον, εἰπέ μοι; Εἰ γὰρ φαύλων παίδων οὐκ ἂν εὐκόλως καταφρονήσειαν πατέρες, ἀλλὰ καὶ τούτους πενθοῦσιν· ὅταν καὶ υἱὸς ᾖ καὶ γνήσιος καὶ μονογενὴς καὶ ἀγαπητὸς, καὶ ὑπ' αὐτοῦ μέλλῃ σφάττεσθαι τοῦ πατρὸς, τίς ἂν εἴποι τὴν ὑπερβολὴν τῆς φιλοσοφίας; Ὢ δεξιᾶς μακαρίας, οἵας κατηξιώθη μαχαίρας! ὢ μαχαίρας θαυμαστῆς, οἵας κατηξιώθη δεξιᾶς! ὢ μαχαίρας θαυμαστῆς! εἰς ποίαν κατεσκευάσθη χρείαν, καὶ εἰς ποίαν ἤνυσε διακονίαν, καὶ ποίῳ ὑπηρετήσατο τύπῳ, πῶς ᾑμάχθη, πῶς οὐχ ᾑμάχθη; οὐ γὰρ οἶδα τί εἴπω, οὕτω φρικτὸν τὸ μυστήριον ἦν. Οὐχ ἥψατο τῆς τοῦ παιδὸς δέρης, οὐδὲ διῆλθε διὰ τοῦ λαιμοῦ τοῦ ἁγίου ἐκείνου, οὐδὲ ἐφοινίχθη αἵματι δικαίου· μᾶλλον δὲ καὶ ἥψατο καὶ διῆλθε καὶ ἐφοινίχθη καὶ ἐβαπτίσθη, καὶ οὐκ ἐβαπτίσθη. Τάχα ἐξεστηκέναι ὑμῖν δοκῶ οὕτως ἐναντιολογῶν. Καὶ γὰρ ἐξέστηκα τὸ θαῦμα ἐννοῶν τοῦ δικαίου, ἀλλ' οὐκ ἐναντιολογῶ. Ἡ μὲν γὰρ τοῦ δικαίου χεὶρ ἐνέπηξεν αὐτὴν τῇ φάρυγγι τοῦ παιδὸς, ἡ δὲ τοῦ Θεοῦ χεὶρ καὶ ἐμπαγεῖσαν οὐκ ἀφῆκεν αἵματι μολυνθῆναι τοῦ παιδός. Καὶ γὰρ οὐχ ὁ Ἀβραὰμ αὐτὴν