188
ὑπὸ μὲν ἄλλου τὰ ἄριστα ἔχοντα ἥκιστα ἀλλοιοῦταί τε καὶ κινεῖται, οἷον σῶμα ὑπὸ σιτίων τε καὶ ποτῶν καὶ πόνων καὶ πᾶν φυτὸν ὑπὸ εἱλήσεών τε καὶ ἀνέμων καὶ τῶν τοιούτων παθημάτων, οὐ τὸ ὑγιέστατόν τε καὶ χαριέστατον ἥκιστα ἀλλοιοῦται; Πῶς δ' οὔ; 13.3.21 Ψυχὴν δὲ οὐ τὴν ἀνδρειοτάτην καὶ φρονιμωτάτην ἥκιστ' ἄν τι πάθος ἔξωθεν ταράξειέ τε καὶ ἀλλοιώσειε; Ναί. Καὶ μήν που καὶ τά γε ξύνθετα πάντα σκεύη τε καὶ οἰκοδομήματα καὶ ἀμφιέσματα, κατὰ τὸν αὐτὸν λόγον, τὰ εὖ εἰργασμένα καὶ εὖ ἔχοντα ὑπὸ χρόνου τε καὶ τῶν ἄλλων παθημάτων ἥκιστα 13.3.22 ἀλλοιοῦται. Ἔστι ταῦτα. Πᾶν δὴ τὸ καλῶς ἔχον ἢ φύσει ἢ τέχνῃ ἢ ἀμφοτέροις ἐλαχίστην μεταβολὴν ὑπ' ἄλλου ἐνδέχεται. Ἔοικεν. Ἀλλὰ μὴν ὁ θεός γε καὶ τὰ τοῦ θεοῦ πάντη ἄριστα ἔχει. Πῶς δ' οὔ; Ταύτη μὲν δὴ ἥκιστ' ἂν πολλὰς μορφὰς ἴσχοι ὁ θεός. Ἥκιστα δή. Ἀλλ' ἆρα αὐτὸς αὑτὸν μετα13.3.23 βάλλοι ἂν καὶ ἀλλοιοῖ; ∆ηλονότι, ἔφη, εἴπερ ἀλλοιοῦται. Πότερον οὖν ἐπὶ τὸ βέλτιόν τε καὶ κάλλιον μεταβάλλει ἑαυτόν, ἢ ἐπὶ τὸ χεῖρον καὶ αἴσχιον αὑ τοῦ; Ἀνάγκη, ἔφη, ἐπὶ τὸ αἴσχιον ἑαυτοῦ, εἴπερ ἀλλοιοῦται· οὐ γάρ που ἐνδεᾶ γε φήσομεν τὸν θεὸν κάλλους ἢ ἀρετῆς εἶναι. Ὀρθότατα, ἦν δ' ἐγώ, λέγεις. καὶ οὕτως ἔχοντος δοκεῖ ἄν τίς σοι, ὦ Ἀδείμαντε, ἑκὼν αὑτὸν χείρω ποιεῖν 13.3.24 ὁπηοῦν ἢ θεῶν ἢ ἀνθρώπων; Ἀδύνατον, ἔφη. Ἀδύνατον ἄρα καὶ θεὸν ἐθέλειν αὑτὸν ἀλλοιοῦν, ἀλλ', ὡς ἔοικε, κάλλιστος καὶ ἄριστος ὢν εἰς τὸ δυνατὸν ἕκαστος αὐτῶν μένει ἀεὶ ἁπλῶς ἐν τῇ αὑτοῦ μορφῇ. Πᾶσα, ἔφη, ἀνάγκη ἔμοιγε δοκεῖ. Μηδεὶς ἄρα, ἦν δ' ἐγώ, ὦ ἄριστε, λεγέτω ἡμῖν τῶν ποιητῶν ὡς θεοὶ ξείνοισιν ἐοικότες ἀλλοδαποῖσι, παντοῖοι τελέθοντες ἐπιστρωφῶσι πόληας· 13.3.25 μηδὲ Πρωτέως τε καὶ Θέτιδος καταψευδέσθω μηδεὶς μηδ' ἐν τραγῳδίαις μηδ' ἐν τοῖς ἄλλοις ποιήμασιν εἰσαγέτω Ἥραν ἠλλοιωμένην ὡς ἱέρειαν ἀγείρουσαν Ἰνάχου Ἀργείου ποταμοῦ παισὶν βιοδώροις. 13.3.26 καὶ ἄλλα τοιαῦτα πολλὰ μὴ ἡμῖν ψευδέσθωσαν· μηδ' αὖ ὑπὸ τούτων ἀναπειθόμεναι αἱ μητέρες τὰ παιδία ἐκδειματούντων, λέγουσαι τοὺς μύθους κακῶς, ὡς ἄρα θεοί τινες περιέρχονται νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι, ἵνα μὴ ἅμα μὲν εἰς θεοὺς βλασφημῶσιν, ἅμα δὲ τοὺς παῖδας 13.3.27 ἀπεργάζωνται δειλοτέρους. Μὴ γάρ, ἔφη. Ἀλλ' ἆρα, ἦν δ' ἐγώ, αὐτοὶ μὲν οἱ θεοί εἰσιν οἷοι μὴ μεταβάλλειν, ἡμᾶς δὲ ποιοῦσι δοκεῖν σφᾶς παντοδαποὺς φαίνεσθαι ἐξαπατῶντες καὶ γοητεύοντες; Ἴσως, ἔφη. Τί δέ; ἦν δ' ἐγώ· ψεύδεσθαι ὁ θεὸς ἐθέλοι ἂν ἢ λόγῳ ἢ ἔργῳ φαντάσματα προτείνων; Οὐκ οἶδα, 13.3.28 ἦ δ' ὅς. Οὐκ οἶσθα, ἦν δ' ἐγώ, ὅτι τό γε ἀληθῶς ψεῦδος, εἰ οἷόν τε τοῦτ' εἰπεῖν, πάντες θεοί τε καὶ ἄνθρωποι μισοῦσι; Πῶς, ἔφη, λέγεις; Οἶσθά που, ἦν δ' ἐγώ, ὅτι τῷ κυριωτάτῳ ἑαυτῶν ψεύδεσθαι καὶ περὶ τὰ κυριώτατα οὐδεὶς ἑκὼν ἐθέλει, ἀλλὰ πάντων μάλιστα φοβεῖται ἐκεῖ αὐτὸ κεκτῆσθαι. Οὐδὲ νῦν 13.3.29 πω, ἦ δ' ὅς, μανθάνω. Οἴει γάρ τί με, ἔφην, σεμνὸν λέγειν· ἐγὼ δὲ λέγω ὅτι τῇ ψυχῇ περὶ τὰ ὄντα ψεύδεσθαί τε καὶ ἐψεῦσθαι καὶ ἀμαθῆ εἶναι καὶ ἐνταῦθα ἔχειν τε καὶ κεκτῆσθαι τὸ ψεῦδος πάντες ἥκιστ' ἂν δέξαιντο 13.3.30 καὶ μισοῦσι μάλιστα αὐτὸ ἐν τῷ τοιούτῳ. Πολύ γ', ἔφη. Ἀλλὰ μὴν ὀρθότατά γε ἄν, ὃ νῦν δὴ ἔλεγον, τοῦτο ὡς ἀληθῶς ψεῦδος καλοῖτο, ἡ ἐν τῇ ψυχῇ τοῦ ἐψευσμένου ἄγνοια, ἐπεὶ τό γε ἐν τοῖς λόγοις μίμημά τι τοῦ ἐν τῇ ψυχῇ ἐστι παθήματος καὶ ὕστερον γεγονὸς εἴδωλον, οὐ πάνυ ἄκρατον ψεῦδος. 13.3.31 ἢ οὐχ οὕτω; Πάνυ μὲν οὖν. Τὸ μὲν δὴ τῷ ὄντι ψεῦδος οὐ μόνον ὑπὸ θεῶν, ἀλλὰ καὶ ὑπ' ἀνθρώπων μισεῖται. ∆οκεῖ μοι. Τί δὲ δή; τὸ ἐν τοῖς λόγοις ψεῦδος πότε καὶ ἐν τῷ χρήσιμον, ὥστε μὴ ἄξιον εἶναι μίσους; ἆρ' οὐ πρός τε τοὺς πολεμίους καὶ τῶν καλουμένων φίλων, ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γίγνε13.3.32 ται; καὶ ἐν αἷς νῦν δὴ ἐλέγομεν ταῖς μυθολογίαις, διὰ τὸ μὴ εἰδέναι ὅπη τἀληθὲς ἔχει περὶ τῶν παλαιῶν, ἀφομοιοῦντες τῷ ἀληθεῖ τὸ ψεῦδος