1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

188

κατεῖχε μόνον, ἀλλὰ καὶ ὁ Θεός· καὶ ὁ μὲν ὤθει διὰ τῆς γνώμης, ὁ δὲ ἀνέστελλε διὰ τῆς φωνῆς. Σκόπει δέ· εἶπε, Σφάξον, καὶ εὐθέως ὡπλίζετο· εἶπε, Μὴ σφάξῃς, καὶ εὐθέως ἀφωπλίζετο· εἵλετο γὰρ μὴ κληθῆναι πατὴρ, ὥστε δοῦλος εὐγνώμων φανῆναι· καὶ ἐπειδὴ ἀπέστη τῶν ἑαυτοῦ διὰ τὸν Θεὸν, διὰ τοῦτο καὶ ὁ Θεὸς μετὰ τούτων ἐχαρίσατο αὐτῷ καὶ τὰ αὐτοῦ· καὶ μέχρι τῆς προθυμίας ἵστησι τὸ ἐπίταγμα. Καὶ μή μοι τοῦτο εἴπῃς μόνον, ὅτι θυσιαστήριον ᾠκοδόμησε, καὶ ξύλα ἐπέθηκεν, ἀλλ' ἀναμνήσθητι καὶ τῆς φωνῆς τοῦ 63.807 παιδίου, καὶ λόγισαι ὅσαι νιφάδες ἐπῆλθον αὐτῷ λογισμῶν, φλογίνοις δόρασιν ὡπλισμένοι, καὶ πάντοθεν κατακεντοῦντες αὐτὸν καὶ διατέμνοντες, ὅτε ἤκουσε τοῦ παιδίου λέγοντος· Πάτερ, ποῦ τὸ πρόβατον; Εἰ γὰρ καὶ νῦν κατακλῶνται πολλοὶ, καὶ μὴ πατέρες ὄντες, τί πάσχειν ἐκεῖνον εἰκὸς ἦν, τὸν αὐτὸν γεννήσαντα, τὸν θρέψαντα, τὸν ἐν γήρᾳ, τὸν μόνον ἔχοντα τοῦτον, τὸν ὁρῶντα, τὸν ἀκούοντα, τὸν εὐθέως μέλλοντα αὐτὸν ἀναιρεῖν; Ἀλλ' οὐδὲν τούτων τὸν ἀδάμαντα ἐκεῖνον περιέτρεψεν, οὐδὲ διέσεισεν, οὐδὲ εἶπε· Τί πατέρα καλεῖς τὸν μικρὸν ὕστερον οὐκ ἐσόμενόν σου πατέρα; τὸν ἤδη ταύτην ἀπολέσαντα τὴν τιμήν; ἀλλὰ τί; Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, τέκνον. Ἑκάτεροι τὰ ὀνόματα τῆς φύσεως καλοῦσιν· ἐκεῖνος, πατέρα, καὶ τέκνον, οὗτος, καὶ χαλεπὸς ἑκατέρωθεν ὁ πόλεμος διηγείρετο, καὶ πολλὴ ἡ ζάλη, καὶ ναυάγιον οὐδαμοῦ. Ὁ δὲ Ἰσαὰκ ἐπειδὴ ἤκουσε τὸν Θεὸν, οὐκέτι εἶπεν οὐδὲν, οὐδὲ περιειργάσατο· οὕτω συνετὸν ἦν τὸ παιδίον, καὶ ἐν αὐτῷ τῆς ἡλικίας τῷ ἄνθει. Ἆρα οὐ διεθερμάνθητε πάντες; οὐχὶ ἕκαστος ὑμῶν περιπτύσσεται τῇ διανοίᾳ καὶ καταφιλεῖ τὸ παιδίον, καὶ θαυμάζει τὴν σύνεσιν, καὶ αἰδεῖται τὴν εὐλάβειαν; Καὶ γὰρ συμποδιζόμενος καὶ τοῖς ξύλοις ἐπιτιθέμενος οὐκ ἐξεπλήττετο, οὐκ ἀπεσκίρτα, οὐ κατεγίνωσκε τοῦ πατρὸς ὡς μαινομένου, ἀλλὰ καὶ ἐδεσμεῖτο καὶ ἀνεβιβάζετο καὶ ἐπετίθετο, καὶ πάντα ἔφερε σιγῇ καθάπερ τις ἀρνειός· μᾶλλον δὲ καθάπερ ὁ κοινὸς πάντων ∆εσπότης, οὗ καὶ τὴν ἐπιείκειαν ἐμιμεῖτο, καὶ τὸν τύπον ἐφύλαττεν. Ὡς πρόβατον γὰρ ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος. Καὶ μή μοι λεγέτω τις, ὅτι οὐκ ἤλγει ὁ Ἀβραὰμ, οὐδὲ τὰ τῶν πατέρων ὑπέμεινε, μηδὲ πέρα τοῦ μέτρου δεῖξαι βουλόμενος φιλοσοφοῦντα, τὸ κεφάλαιον ἀποστερείτω τῶν ἐγκωμίων αὐτόν. Εἰ γὰρ τοὺς ἐπὶ τοῖς αἰσχίστοις ἁλόντας καὶ πολὺν χρόνον ταύτης ἀπολαύσαντας τῆς ζωῆς, καὶ ἀγνῶτας ὄντας, καὶ οὐδὲ ὀφθέντας ἡμῖν ποτε, τούτους ἐξαίφνης ὁρῶντες ἐπὶ τῆς ἀγορᾶς τὴν ἐπὶ θάνατον ἀπαγομένους, συστελλόμεθα καὶ ἀλγοῦμεν, πολλάκις δὲ καὶ δακρύομεν· ὁ τὸν υἱὸν τὸν αὑτοῦ, τὸν γνήσιον, τὸν μονογενῆ, τὸν παρ' ἐλπίδα τεχθέντα, τὸν μετὰ χρόνον τοσοῦτον, τὸν πρὸς ἐσχάτῳ τῷ γήρᾳ, τοῦτον ἔτι νέον ὄντα ταῖς ἑαυτοῦ χερσὶ καταθῦσαι καὶ κατακαῦσαι κελευόμενος· πῶς οὐ πάσης τιμωρίας χαλεπωτέραν θλῖψιν καὶ ἀλγηδόνα ὑπέμεινεν; Εἰ γὰρ λίθος ἦν, εἰ γὰρ σίδηρος, εἰ γὰρ αὐτοαδάμας, οὐκ ἂν ἐκάμφθη καὶ κατεκλάσθη πρὸς τὴν ὥραν τοῦ παιδὸς, πρὸς τὴν σύνεσιν τῶν ῥημάτων, πρὸς τὴν εὐλάβειαν τῆς ψυχῆς; Καὶ γὰρ ἤκουσεν ὅτι Ὁ Θεὸς ὄψεται ἑαυτῷ πρόβατον εἰς ὁλοκάρπωσιν, ὦ τέκνον, καὶ οὐδὲν περιειργάσατο πλέον· ἑώρα τὸν πατέρα δεσμεύοντα αὐτὸν, καὶ οὐκ ἀντέτεινεν· ἐπετέθη τοῖς ξύλοις, καὶ οὐκ ἀπεπήδησεν· εἶδε τὴν μάχαιραν κατ' αὐτοῦ φερομένην, καὶ οὐκ ἐταράχθη. Τί ταύτης εὐλαβέστερον γένοιτ' ἂν τῆς ψυχῆς; Ἔτι οὖν τολμήσει τις εἰπεῖν, ὡς οὐδὲν ὑπὸ τούτων ἁπάντων ἔπαθεν ὁ Ἀβραάμ; Εἰ γὰρ ἐχθρὸν καὶ πολέμιον καταθύειν ἔμελλεν, εἰ γὰρ θηρίον ἦν, ἆρα ἀναλγητὶ ταῦτα ἐποίησεν; Οὐκ ἔστι ταῦτα, οὐκ ἔστι. ∆ιὰ τοῦτο δέομαι καὶ ἀντιβολῶ, ὅταν υἱὸν ἢ θυγατέρα ἀποβάλῃς, ἄνθρωπε, μὴ οὕτως ἀσχημόνως θρήνει καὶ κόπτε σεαυτὸν, ἀλλ' ἐννόησον ὅτι ὁ Ἀβραὰμ κατέσφαξε τὸν υἱὸν τὸν ἑαυτοῦ, καὶ οὔτε ἐδάκρυσεν, οὔτε πικρὸν ῥῆμα ἐξέβαλε. Καὶ ὁ Ἰὼβ ἤλγησε μὲν, τοσοῦτον δὲ, ὅσον εἰκὸς πα 63.808 τέρα φιλόπαιδα· ὡς ἅ γε νῦν ποιοῦμεν ἡμεῖς, ἐχθρῶν καὶ πολεμίων ἐστίν. Οὐδὲ γὰρ εἴ τινος εἰς βασίλεια ἀπενεχθέντος καὶ