189
ὅτι μάλιστα, οὕτω χρήσιμον ποιοῦμεν; Καὶ μάλα, ἦ δ' ὅς, οὕτως ἔχει. Κατὰ τί δὴ οὖν τούτων τῷ θεῷ τὸ ψεῦδος χρήσιμον; πότερον διὰ τὸ μὴ εἰδέναι τὰ παλαιὰ 13.3.33 ἀφομοιῶν ἂν ψεύδοιτο; Γελοῖον μεντἂν εἴη, ἔφη. Ποιητὴς μὲν ἄρα ἐν θεῷ ψευδὴς οὐκ ἔνι; Οὔ μοι δοκεῖ. Ἀλλὰ δεδιὼς τοὺς ἐχθροὺς ἂν ψεύδοιτο; Πολλοῦ γε δεῖ. Ἀλλὰ δι' οἰκείων ἄνοιαν ἢ μανίαν; Ἀλλ' οὐδείς, ἔφη, τῶν ἀνοήτων καὶ μαινομένων θεοφιλής. Οὐκ ἄρα ἐστὶν οὗ ἕνεκα ἂν θεὸς ψεύδοιτο; Οὐκ ἔστι. Πάντη ἄρα ἀψευδὲς τὸ δαιμόνιον καὶ τὸ θεῖον. Παντάπασι μὲν οὖν, 13.3.34 ἔφη. Κομιδῇ ἄρα ὁ θεὸς ἁπλοῦν καὶ ἀληθὲς ἔν τε ἔργῳ καὶ λόγῳ καὶ οὔτε αὐτὸς μεθίσταται οὔτε ἄλλους ἐξαπατᾷ οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπὰς ὕπαρ οὐδ' ὄναρ. Οὕτως, ἔφη, ἔμοιγε καὶ αὐτῷ φαίνεται σοῦ λέγοντος. Συγχωρεῖς ἄρα, ἔφην, τοῦτον δεύτερον τύπον εἶναι ἐν ᾧ δεῖ περὶ θεῶν καὶ λέγειν καὶ ποιεῖν, ὡς μήτε αὐτοὺς γόητας ὄντας τῷ μεταβάλλειν ἑαυτοὺς μήθ' ἡμᾶς ψεύδεσι παράγειν ἐν λόγῳ ἢ ἐν ἔργῳ; Συγχωρῶ. 13.3.35 Πολλὰ ἄρα Ὁμήρου ἐπαινοῦντες τοῦτο οὐκ ἐπαινεσόμεθα, τὴν τοῦ ἐνυπνίου πομπὴν ὑπὸ ∆ιὸς τῷ Ἀγαμέμνονι· οὐδ' Αἰσχύλου, ὅταν φῇ ἡ Θέτις τὸν Ἀπόλλω ἐν τοῖς αὑτῆς γάμοις ᾄδοντα ἐνδατεῖσθαι τὰς ἑὰς εὐπαιδίας νόσων τ' ἀπείρους καὶ μακραίωνος βίου. ξύμπαντά τ' εἰπών, θεοφιλεῖς ἐμὰς τύχας, παιῶν' ἐπευφήμησεν, εὐθυμῶν ἐμέ. κἀγὼ τὸ Φοίβου θεῖον ἀψευδὲς στόμα ἤλπιζον εἶναι, μαντικῇ βρύον τέχνῃ. ὁ δ' αὐτὸς ὑμνῶν, αὐτὸς ἐν θοίνῃ παρών, αὐτὸς τάδ' εἰπών, αὐτός ἐστιν ὁ κτανὼν τὸν παῖδα τὸν ἐμόν. 13.3.36 ὅταν τις τοιαῦτα λέγῃ περὶ θεῶν, χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν οὐδὲ τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι, καθ' ὅσον ἀνθρώπῳ ἐπὶ πλεῖστον οἷόν τε. Παντάπασιν, ἔφη, ἐγὼ τοὺς τύπους τούτους συγχωρῶ καὶ ὡς νόμοις ἂν αὐτοῖς χρῴμην.» 13.3.37 Ταῦτα μὲν ὁ Πλάτων. εὕροις δ' ἂν τὴν Ἑβραίων γραφὴν οὐδαμῶς μὲν μύθους αἰσχροὺς περὶ τοῦ τῶν ὅλων θεοῦ, ἀλλ' οὐδὲ περὶ τῶν ἀμφ' αὐτὸν θείων ἀγγέλων οὐδέ γε περὶ τῶν θεοφιλῶν ἀνδρῶν ὁμοίως ταῖς Ἑλληνικαῖς θεολογίαις περιέχουσαν, τὸν δὲ ὑπὸ τοῦ Πλάτωνος ἐκτεθέντα τύπον ὅτι τε ἀγαθὸς ὢν ὁ θεὸς τυγχάνει καὶ τὰ πρὸς αὐτοῦ γεγονότα πάντα τοιαῦτα. 13.3.38 ἐφ' ἑκάστῳ δ' οὖν τῶν δημιουργημάτων ὁ θαυμάσιος Μωσῆς ἐπιλέγει· «Καὶ εἶδεν ὁ θεὸς ὅτι καλόν» ἐπί τε πᾶσι τὸν περὶ πάντων συγκεφαλαιούμενος λόγον φησί· «Καὶ εἶδεν ὁ θεὸς πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν.» δόγμα δὲ Ἑβραίων ἐστὶ καὶ τὸ μὴ εἶναι τὸν θεὸν κακῶν αἴτιον, εἰ δὴ ὁ θεὸς «θάνατον οὐκ ἐποίησεν οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· ἔκτισε γὰρ εἰς τὸ εἶναι τὰ πάντα καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου·» «φθόνῳ δὲ 13.3.39 διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον.» διὸ καὶ παρὰ τῷ προφήτῃ εἰσῆκται λέγων ὁ θεὸς πρὸς τὸν ἐξ οἰκείας προαιρέσεως κακὸν γεγενημένον· «Ἐγὼ δὲ ἐφύτευσά σε ἄμπελον καρποφόρον πᾶσαν ἀληθινήν· πῶς ἐστράφης εἰς τὰ ὀπίσω ἡ ἄμπελος ἡ ἀλλοτρία;» εἰ δέ που λέγοιτο κακὰ τοῖς φαύλοις ἐκ θεοῦ συμβαίνειν, ὁμωνύμως ἀκουστέον ὡς τῶν τιμωριῶν οὕτω κεκλημένων, ἃς ἀγαθὸς ὢν ὁ θεὸς οὐκ ἐπὶ βλάβῃ τῶν τιμωρουμένων, ἐπ' ὠφελείᾳ δὲ καὶ συμφέροντι λέγεται ἐπάγειν· ὥσπερ ἂν καὶ ἰατρὸς ἐπὶ σωτηρίᾳ τῶν καμνόν13.3.40 των κακὰ νομίζοιτο προσφέρειν τὰς ἀλγεινὰς καὶ πικρὰς θεραπείας. διὸ καὶ ἐπὶ τῆς θείας γραφῆς, ἔνθα εἴρηται κακὰ ἀνθρώποις ἐπάγεσθαι ὑπὸ τοῦ θεοῦ, τὰ παρὰ τῷ Πλάτωνι λεκτέον, «ὡς ὁ μὲν θεὸς δίκαιά τε καὶ ἀγαθὰ εἰργάζετο,» καὶ ὅτε τὰ σκυθρωπὰ καὶ ἀνθρώποις κακὰ νενομισμένα τοῖς τούτων ἀξίοις ἐπῆγεν, «οἱ δὲ ὤναντο κολαζόμενοι,» οὐ μόνον κατὰ τὸν φιλόσοφον, ἀλλὰ καὶ κατὰ τὴν Ἑβραίων γραφὴν λέγουσαν· «Ὃν γὰρ ἀγαπᾷ 13.3.41 κύριος, παιδεύει· μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται.» «ὡς δ' ἄθλιοι μὲν οἱ δίκην διδόντες, ἦν δὲ ὁ δρῶν ταῦτα ὁ θεός, οὐκ