190
ἐατέον λέγειν τὸν ποιητήν, ἀλλ' εἰ μὲν ὅτι ἐδεήθησαν κολάσεως λέγοιεν ὡς ἄθλιοι κακοί, διδόντες δὲ δίκην ὠφελοῦντο ὑπὸ τοῦ θεοῦ, ἐατέον· κακῶν δὲ αἴτιον φάναι 13.3.42 θεόν τινι γίγνεσθαι, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ.» ἀλλὰ καὶ περὶ τοῦ μὴ ἀλλοιοῦσθαι τὸν θεὸν ἡ παρ' Ἑβραίοις προφητεία ὧδέ πη ἐκ προσώπου τοῦ θεοῦ διδάσκει λέγουσα· «∆ιότι ἐγὼ κύριος ὁ θεὸς ὑμῶν καὶ οὐκ ἠλλοίωμαι.» καὶ ἐν ταῖς θεολογίαις δὲ ὁ ∆αβὶδ ἀναφωνεῖ λέγων· «Πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, 13.3.43 καὶ ἀλλαγήσονται· σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.» εἰ δέ πη τὸν τοῦ θεοῦ λόγον εἰσάγουσιν ἐν εἴδει καὶ σχήματι ἀνθρωπείῳ παραφαινόμενον, λεκτέον ὡς οὐ κατὰ τοὺς Ἑλλήνων μύθους ὁμοίως Πρωτεῖ καὶ Θέτιδι καὶ Ἥρᾳ οὐδ' ὡς οἱ θεοὶ οἱ «περιερχόμενοι νύκτωρ πολλοῖς ζῴοις καὶ παντοδαποῖς ἰνδαλλόμενοι» καὶ τὸν τοῦ θεοῦ λόγον ἀνθρώποις πεφηνότα εἰσάγουσιν οἱ Ἑβραίων λόγοι, ἀλλ' ὡς αὐτὸς ὁ Πλάτων δεῖν ποτέ φησιν ἐπὶ φίλων εὐεργεσίᾳ, «ὅταν διὰ μανίαν ἤ τινα ἄνοιαν κακόν τι ἐπιχειρῶσι πράττειν, τότε ἀποτροπῆς ἕνεκα ὡς φάρμακον χρήσιμον γενέσθαι» τὴν τοῦ 13.3.44 θεοῦ εἰς ἀνθρώπους πάροδον. ἐπεὶ οὖν τῶν ἐπὶ γῆς ζῴων οὐδὲν ἦν θεοφιλέστερον γένος ἀνθρώπου, συγγενές τε καὶ οἰκεῖον τῷ τοῦ θεοῦ λόγῳ, παρ' οὗ καὶ λογικὸς τὴν τῆς ψυχῆς φύσιν ἀπείργαστο, εἰκότως, οἷα φίλου ζῴου κηδόμενον, τὸν ἐπουράνιον λόγον ἥκειν ἐπὶ θεραπείᾳ φασὶ παντὸς τοῦ γένους, νόσον καὶ μανίαν ἔκτοπον ὑπομείναντος, ὡς μήτε τὸν πατέρα γινώσκειν θεὸν μήτε τὴν οἰκείαν τῆς νοερᾶς φύσεως οὐσίαν μήτ' αὖ θεοῦ πρόνοιαν, σώτειραν τῶν ὅλων, εἰς ἀλόγου δὲ ζῴου σχεδὸν ὅσον παρατρο13.3.45 πὴν ἥκοντος. διὸ δὴ τὸν σωτῆρα καὶ ἰατρὸν ἐπιστῆναι λέγουσιν, οὐ μὲν δὴ τῆς οἰκείας ἐκστάντα φύσεως οὐδέ γε ψευσάμενον τοὺς ὁρῶντας, ἄμφω δὲ ἀληθῆ φυλάξαντα, τό τε ἀφανὲς καὶ τὸ ὁρώμενον. πῆ μὲν γὰρ ἀληθὴς ἄνθρωπος ἑωρᾶτο, πῆ δὲ θεοῦ λόγος ἦν ἀληθής, οὐ γοητεύων οὐδὲ τοὺς θεωμένους ἐξαπατῶν, ἐπειδὴ τὸ θεῖον ἀψευδὲς καλῶς ἔχειν ἐδόκει 13.3.46 καὶ Πλάτωνι. «κομιδῇ ἄρα ὁ θεός, λόγος ἁπλοῦς ὢν καὶ ἀληθὴς ἔν τε ἔργῳ καὶ λόγῳ, οὔτε αὐτὸς μεθίστατο οὔτε ἄλλους ἐξηπάτα οὔτε κατὰ φαντασίας οὔτε κατὰ λόγους οὔτε κατὰ σημείων πομπὰς ὕπαρ οὐδ' ὄναρ.» πάντα γὰρ ὅσα τοιαῦτα, οἷα λογικῶν ψυχῶν ἰατρός, σωτηρίας ἕνεκα τοῦ παντὸς ἀνθρώπων γένους ἀληθῶς, ἀλλ' οὐ δοκήσει δι' οὗ ἀνείληφεν ἀνθρώπου διεπραγματεύσατο, τὴν πρὸς τὸν αὑτοῦ πατέρα φιλίαν τε καὶ ὑποστροφὴν διὰ τῆς κατηγγελμένης ὑπ' αὐτοῦ θεογνωσίας τε καὶ ἀληθοῦς εὐσεβείας 13.3.47 πᾶσιν ἡμῖν δωρούμενος. καὶ τὰ μὲν ἡμέτερα τοιαῦτα· τοῖς δὲ ἄλλως λέγουσι «χαλεπανοῦμέν τε καὶ χορὸν οὐ δώσομεν οὐδέ γε τοὺς διδασκάλους ἐάσομεν ἐπὶ παιδείᾳ χρῆσθαι τῶν νέων, εἰ μέλλουσιν ἡμῖν οἱ φύλακες θεοσεβεῖς τε καὶ θεῖοι γίγνεσθαι,» ὡς καὶ τῷ φιλοσόφῳ ἄριστα ἔχειν ἐδόκει.
13.4.1 δʹ. ΟΤΙ ΠΛΕΟΝ ΟΥ∆ΕΝ ΤΩΝ ΑΙΣΧΡΩΝ ΜΥΘΩΝ ΑΙ ΠΕΡΙ ΤΩΝ ΕΛΛΗΝΙΚΩΝ ΘΕΩΝ ∆ΙΗΓΗΣΕΙΣ ΠΕΡΙΕΧΟΥΣΙΝ, ΑΙΣ ΜΗ ΠΕΙΘΟΜΕΝΟΝ
ΣΩΚΡΑΤΗΝ ΕΚΤΕΙΝΑΝ ΑΘΗΝΑΙΟΙ «Αὐτοὶ γὰρ οἱ ἄνθρωποι τυγχάνουσι νομίζοντες τὸν ∆ία τῶν θεῶν ἄριστον καὶ δικαιότατον καὶ τοῦτον ὁμολογοῦσι τὸν αὑτοῦ πατέρα δῆσαι, ὅτι τοὺς υἱεῖς κατέπινεν οὐκ ἐν δίκῃ, καὶ ἐκεῖνόν γε αὖ τὸν αὑτοῦ πατέρα ἐκτεμεῖν δι' ἕτερα τοιαῦτα· ἐμοὶ δὲ χαλεπαίνουσιν ὅτι τῷ πατρὶ ἐπεξέρχομαι ἀδικοῦντι καὶ οὕτως αὐτοὶ αὑτοῖς τὰ ἐναντία λέγουσι περί τε τῶν θεῶν καὶ περὶ ἐμοῦ. 13.4.2 Ἆρά γε, ὦ Εὐθύφρον, τοῦτ' ἔστιν οὗ 'νεκα τὴν γραφὴν φεύγω ὅτι τὰ τοι13.4.2 αῦτα ἐπειδάν τις περὶ τῶν θεῶν λέγῃ, δυσχερῶς πως